Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 10 Απριλίου 2014

... ΜΑΡΘΑΝ ΚΑΙ ΤΗΝ ΜΑΡΙΑ ΠΙΣΤΟΙ, ΕΚΜΙΜΗΣΑΜΕΝΟΙ

Πλούσιος ἐν πάθεσιν ὑπάρχων, τὴν ἀπατηλὴν τῆς ὑποκρίσεως περίκειμαι στολήν, εὐφραινόμενος ἐν τοῖς κακοῖς τῆς ἀκρασίας, καὶ τὴν ἄμετρον ἀσπλαγχνίαν ἐπιδείκνυμαι, παρορῶν μου τὸν νοῦν, πρὸ τοῦ πυλῶνος βεβλημένον τῆς μετανοίας, λιμώττοντα παντὸς ἀγαθοῦ, καὶ νοσοῦντα τὴν ἀπροσεξίαν. Ἀλλὰ σὺ Κύριε, Λάζαρόν με ποίησον, πτωχὸν ἁμαρτημάτων, μήποτε δεηθείς, ἀποτύχω δακτύλου δροσίζοντος, ὀδυνωμένης μου τῆς γλώττης, ἐν ἀσβέστῳ φλογί, ἐν δὲ τοῖς τοῦ Πατριάρχου με κόλποις Ἀβραάμ, κατασκήνωσον ὡς φιλάνθρωπος.
Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, οἵτινες διαφόρους αἰκισμούς, παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσατε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Πέραν τοῦ Ἰορδάνου σαρκί, περιπολεύων Ἰησοῦ, τοῖς συνοῦσί σοι, ἐβόας, ὁ φίλος ἤδη, Λάζαρος ἀποθανών, τῇ ταφῇ ἀρτίως παραδίδοται· διὸ χαίρω φίλοι μου, δι' ἡμᾶς ἵνα μάθητε, ὡς πάντα οἶδα, Θεὸς ὢν ἀδιάστατος, εἰ καὶ πέφυκα, τὸ ὁρώμενον ἄνθρωπος. Ἄγωμεν οὖν ζωώσοντες αὐτὸν ὅπως θάνατος αἴσθηται τούτου τὸ νῖκος, καὶ τὴν τελείαν κατάλυσιν, σαφῶς ἣν ποιήσω, παρεχόμενος τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.

Μάρθαν καὶ τὴν Μαρίαν πιστοί, ἐκμιμησάμενοι πρὸς Κύριον πέμψωμεν, ἐνθέους, ὡς πρέσβεις πράξεις, ὅπως ἐλθὼν τὸν ἡμῶν, νοῦν ἐξαναστήσῃ νεκρὸν κείμενον, δεινῶς ἐν τῷ μνήματι, ἀμελείας ἀναίσθητον, φόβου τοῦ θείου, μηδαμῶς αἰσθανόμενον, καὶ ἐνέργειαν, ζωτικὴν νῦν μὴ ἔχοντα, κράζοντες· Ἴδε Κύριε, καὶ ὥσπερ τὸν φίλον σου, Λάζαρον πάλαι Οἰκτίρμον, ἐπιστασίᾳ ἐξήγειρας, φρικτῇ, οὕτω πάντας, ζωοποίησον παρέχων, τὸ μέγα ἔλεος.
Δισημερεύει Λάζαρος ἐν τῷ τάφῳ, τοὺς ἀπ' αἰῶνος βλέπει θανέντας· ἐκεῖ τεθέαται δείματα ξένα, πληθὺν ἀναρίθμητον, ᾍδου κρατουμένην τοῖς δεσμοῖς· διὸ αἱ σύγγονοι θρηνοῦσι πικρῶς προσβλέπουσαι τὸν τάφον αὐτοῦ, Χριστὸς δὲ ἥκει ζωῶσαι τὸν φίλον τὸν ἑαυτοῦ, τοῦ μίαν παρὰ πάντων ἐπιτελεῖσθαι συμφωνίαν. Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.