Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 20 Φεβρουαρίου 2014

ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ, ΤΗΝ ΑΠΟΡΡΗΤΟΝ ΘΕΟΥ

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν· ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον μεγαλύνομεν».

Ἵνα σε θείαις ἐν φωναῖς, μακαρίζωμεν ὁσίως βιώσαντα, καὶ τὰ οὐράνια, περιπολοῦντα καὶ ἀγαλλόμενον, παθῶν καὶ θλίψεων ἡμᾶς, εὐχαῖς σου διάσῳζε, καὶ περιστάσεων, Ἱεράρχα καὶ Ποιμὴν ἀξιάγαστε.

Ὡς κλῆμα τῆς ἀληθινῆς, γεγονὼς Πάτερ ἀμπέλου ἐβλάστησας, ἀρετῶν βότρυας, θαυμάτων γλεῦκος ἐναποστάζοντας· ἐξ οὗ οἱ πίνοντες πιστῶς, ὑγείαν κομίζονται, καὶ ἀγαλλίασιν, εὐφημοῦντές σε ἀεὶ Λέον Ὅσιε.

Σῶμά σου γέγονε ναός, Ἁγίου καὶ σεπτοῦ Πάτερ Πνεύματος· καὶ νῦν κατάκειται, τοῦ θείου ἔνδον ναοῦ, ὃν ἥγειρας, εἰς δόξαν Λέον καὶ τιμήν, Λουκίᾳ τῇ μάρτυρι, θαυμάτων βρύων ἡμῖν ποταμοὺς τοῖς εὐσεβῶς σε γεραίρουσι.

Ἥλιος ὤφθης φωταυγής, ἀρετῶν λαμπαδουχίαις τὰ πέρατα περιαυγάζων ἀεὶ· καὶ νῦν πρὸς φέγγος μετέβης ἄρρητον· τὴν φωτοφόρον σου διό, μνήμην ἑορτάζοντας, Λέον Πανόλβιε, σκοτασμοῦ πάντας δεινοῦ ἀπολύτρωσαι.