Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 12 Ιανουαρίου 2014

ΣΕΛΑΣ ΕΚ ΦΩΤΟΣ, ΦΩΣ ΥΠΑΡΧΩΝ ΙΗΣΟΥ ΜΟΥ

Σέλας ἐκ φωτός, φῶς ὑπάρχων Ἰησοῦ μου, ἐφώτισας ἡμᾶς, ἐν ἀρρήτῳ σου ἐλλάμψει, τοὺς πρὶν ἐκτυφλωθέντας, ἐν Ἐδὲμ ἐκ τοῦ ὄφεως· ἐν τῷ Ἰορδάνῃ ἄρτι φάος, πάντες τῷ φωτί σου καθορῶντες, πιστῶς ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Μύστα καὶ φρικτῶν, οἰκονόμε μυστηρίων, Πρόδρομε χαρᾶς, καὶ τοῦ Πνεύματος αὐτόπτα, τὸν Βαπτισθέντα Λόγον, ὑπὸ σοῦ ὡς ηὐδόκησεν, αἴτησαι ἡμῖν ἁμαρτημάτων, λύτρωσιν ἀεὶ παρασχεθῆναι, αὐτῷ ψάλλουσιν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ἄρωμεν πιστοί, ἐν συνέσει τάς καρδίας, δράμωμεν σπουδῇ, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ ἴδωμεν τὸν Κτίστην, σαρκικῶς βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου· καὶ σὺν αὐτῷ θεολογοῦντες, ἀναμέλψωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.
Ὢ τῆς ὑπὲρ νοῦν, θεϊκῆς οἰκονομίας! πῶς ὁ Ποιητής, τῷ ποιήματι παρέστη, καὶ κλίνει τούτῳ κάραν; ὑποδείγματι γὰρ ἡμῖν, τύπον ταπεινώσεως εἰσάγει, τοῖς κατὰ ψυχὴν φωτιζομένοις. Διὸ ψάλλομεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.