Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 25 Σεπτεμβρίου 2013

ΟΣΙΑΣ ΕΥΦΡΟΣΥΝΗΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης.

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, θυγατρὸς Παφνουτίου τοῦ Αἰγυπτίου.

Τὸ θῆλυ κρύπτεις ἀνδρικῶς Εὐφροσύνη,
Καὶ κρυπτὰ τὸν βλέποντα Δεσπότην βλέπεις.
Εἰκάδα Εὐφροσύνη κατὰ πέμπτην πότμον ὑπέστη.
Εἰς τὸν Ὅσιον Παφνούτιον, τὸν πατέρα αὐτῆς.

Μύσας ὁ Παφνούτιος ἐν τῷ σαρκίῳ,
Τῷ πνεύματι ζῇ, καὶ θεωρεῖ φῶς μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παφνουτίου.

Σταυροῦσι Παφνούτιον οἱ κόσμου φίλοι.
Τὸν παντὶ κόσμῳ καὶ πρὶν ἐσταυρωμένον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ μεγάλου σεισμοῦ, ἐν ᾗ τελεῖται ἡ ἐν ἀέρι ἁρπαγὴ τοῦ παιδός.

Ἀρθεὶς ἄνω παῖς τὸ τρισύμνητον μέλος,
καθὼς νόες ψάλλουσιν, ἀγγέλλει κάτω.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου, Τάττης, καὶ τέκνων αὐτῶν Σαβινιανοῦ, Μαξίμου, Ῥούφου καὶ Εὐγενίου.

Πατὴρ ὁ Παῦλος μαρτυρεῖ σὺν τοῖς τέκνοις,
Μεθ' ὧν σεαυτὴν Τάττα τάττεις ἐμφρόνως.

Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.