Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 31 Αυγούστου 2013

Η ΣΟΡΟΣ Η ΚΑΤΕΧΟΥΣΑ, ΘΕΟΤΟΚΕ ΤΗΝ ΖΩΝΗΝ ΣΟΥ

Ἡ σορὸς ἡ κατέχουσα, Θεοτόκε τὴν Ζώνην σου, κιβωτὸς τοῖς δούλοις σου ἁγιάσματος, καὶ Ἱερὸν περιτείχισμα, καὶ δόξα καὶ καύχημα, καὶ ἰάσεων πηγή, καθ' ἑκάστην γνωρίζεται· ὅθεν σήμερον, ἱερῶς ἀθροισθέντες ἀνυμνοῦμεν, τὰ πολλά σου μεγαλεῖα, καὶ τῶν θαυμάτων τὸ πέλαγος.

Τὴν ἁγίαν κατάθεσιν, Θεοτόκε τῆς Ζώνης σου, ἑορτὴν κεκτήμεθα εὐφραινόμενοι, ὅτι τῇ πόλει σου σήμερον, δοθῆναι ἠξίωσας ἱερὰν περιβολήν, φυλακτήριον ἄσυλον, δῶρον τίμιον, ἀναφαίρετον πλοῦτον ἰαμάτων, ποταμὸν πεπληρωμένον, τῶν χαρισμάτων τοῦ Πνεύματος.
Ἴδε τόπος περίδοξος, ἴδε οἶκος ἀείφωτος, ἐν ᾧ τεθησαύρισται τῆς θεόπαιδος, Ζώνη τιμία ἐν χάριτι, προσέλθετε ἄνθρωποι, φωτισμὸν καὶ ἱλασμόν, προφανῶς ἀπαρύσασθε, καὶ βοήσατε, εὐχαρίστῳ καρδίᾳ· Παναγία, εὐλογοῦμέν σε Παρθένε, οἱ σεσωσμένοι τῷ τόκῳ σου.
Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, τὴν ζώνην σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά σοι· Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης· χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη· χαῖρε τῶν εἰς σὲ προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.

Ἔδωκας τῇ πόλει σου, Ζώνην τὴν σὴν Ὑπερένδοξε, ἀσφαλέστατον σύνδεσμον, ταύτην περιέπουσαν, ἐκ παντὸς κινδύνου, θείαις ἐνεργείαις, καὶ ἀπροσμάχητον ἐχθροῖς, διατηροῦσαν αὐτὴν κραυγάζουσαν, ἰσχύς μου καὶ κραταίωμα, καὶ εὐπρεπὲς ἀγαλλίαμα, ὁ Υἱός σου καὶ Κύριος, μόνος ἔστιν ὁ εὔσπλαγχνος.

Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Τίμιον διάδημα, οἱ εὐσεβῶς βασιλεύοντες, τὴν σὴν Ζώνην Πανάχραντε, φαιδρῶς περικείμενοι, ἐν τοῖς σοῖς καυχῶνται, θείοις μεγαλείοις, καὶ φοβερώτατοι ἐχθροῖς, τοῖς πολεμοῦσιν ἀεὶ γνωρίζονται, καὶ σὲ ὑμνοῦντες κράζουσι, τῷ ὑπὲρ λόγον τεχθέντι ἐκ σοῦ, Ἰησοῦ παντοδύναμε, σῶσον πάντας ὡς εὔσπλαγχνος.

Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.

Περίζωσον δύναμιν, ἡμᾶς Παρθένε τῇ Ζώνῃ σου, κατ' ἐχθρῶν ἐνισχύουσα, πάθη ὑποτάττουσα, κατατυραννοῦντα, καὶ ἐκπολεμοῦντα, καὶ νικητήρια ἡμῖν, δι' ἀπαθείας ἀεὶ παρέχουσα, τοῦ καθαρῶς δοξάζειν σε, καὶ τῷ Υἱῷ σου βοᾶν ἐκτενῶς· Ἰησοῦ παντοδύναμε, σῶσον πάντας ὡς εὔσπλαγχνος.
Φρένα καθάραντες καὶ νοῦν τοῖς Ἀγγέλοις καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς ἐξάρχοντες Δαυϊτικὴν μελῳδίαν, τῇ νεάνιδι Νύμφῃ τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ἀνάστηθι Κύριε, λέγοντες, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Ὡς γὰρ παλάτιον τερπνόν, ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας αὐτήν, τῇ πόλει σου Δέσποτα, περιποιεῖσθαι καὶ σκέπειν, ἐκ πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει σου, ταῖς ἱκεσίαις αὐτῆς.