Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 21 Απριλίου 2013

ΣΤΟΛΗΝ ΚΟΚΚΙΝΗΝ ΒΥΣΣΟΝ ΤΕ

Στολὴν κοκκίνην βύσσον τε καὶ πορφύραν ὁ Πλούσιος πάλαι ἐνεδύετο λαμπρῶς ὁ δείλαιος, ὁ πένης δὲ Λάζαρος, ἐν τῷ πυλῶνι τούτου δεινῶς, ἔκειτο ψιχίων, τῶν πιπτόντων τραπέζης ἐθέλων κορεσθῆναι καὶ οὐδεὶς ἐπεδίδου, αὐτῷ· διὸ ἐν δόξῃ, Χριστῷ συμβασιλεύει.

Ἐν τῷ πυλῶνι ἔκειτο τοῦ Πλουσίου ὁ Λάζαρος σεσηπὼς τῷ σώματι πληγαῖς καὶ ἤθελε, κορέννυσθαι βρώσεως καὶ οὐκ ἐδίδου τούτῳ οὐδείς, ἀλλὰ καὶ οἱ κύνες συμπαθῶς ἐν τῇ γλώττῃ, ἀπέλειχον τὰ ἕλκη καὶ τοὺς μώλωπας τούτου· διὸ ἐν Παραδείσῳ τρυφῆς κατηξιώθη.

Ἐν ἡδοναῖς ἐπλούτησα ὥσπερ πάλαι ὁ Πλούσιος ὁ ἐνδεδυμένος, καθ' ἡμέραν κόκκινον, κᾀγὼ Πολυέλεε, ἐν τῇ τοῦ βίου τούτου τρυφῇ ἐμαυτὸν κατακρίνω ταῖς τρυφαῖς καὶ ἀπάταις· διό σε ἱκετεύω ἐκ πυρὸς τοῦ ῥυσθῆναι Χριστὲ τοῦ αἰωνίου εἰς πάντας τοὺς αἰῶνας.