Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 20 Μαρτίου 2013

ΟΙ ΤΗΣ ΧΑΛΔΑΙΑΣ ΚΑΜΙΝΟΥ

«Οἱ τῆς Χαλδαίας καμίνου, τὴν πανώλεθρον δύναμιν σβέσαντες, μορφῇ Ἀγγέλου συγκαταβάντος, τῷ Δημιουργῷ Νεανίαι ἐκραύγαζον· Εὐλογητὸς εἶ καὶ αἰνετός, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν».

Ἀπηνεώθησαν ἄμφω, τὰ πολέμια τῶν ἐναντίων στίφη, τῶν ὁρωμένων καὶ ἀοράτων, ἐν τοῖς αἰκισμοῖς καθορῶντες τοὺς Μάρτυρας, ὑμνολογοῦντας· Εὐλογητός, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Σοὶ τῷ Χριστῷ νυμφευθέντες, καὶ τῷ ἔρωτί σου τιτρωσκόμενοι, τοῦ μόνου ὄντως ἠγαπημένου, γένος καὶ πατρίδα καὶ πλοῦτον ἠθέτησαν, οἱ πρόσφυγές σου ὦ Λυτρωτά, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Μιαιφονία βαρβάρων, οὐ μετέστησε τοὺς ἐραστάς σου Χριστέ, τῆς ἐν ἐρήμῳ θεολατρίας· τοὺς γὰρ ἀναιροῦντας τὸ σῶμα οὐκ ἔπτηξαν, τὰς σὰς κατέχοντες ἐντολάς, ὡς ἀκράδαντον θεμέλιον.

Ὅλον πρὸς σὲ μεταθέντες, ἐκ τοῦ κόσμου τὴν ἐπιθυμίαν Χριστέ, θυμὸν δὲ κατὰ τῆς ἁμαρτίας μόνης ἀνθοπλίσαντες, σοὶ εὐηρέστησαν πανσόφῳ χρώμενοι λογισμῷ, οἱ θεράποντές σου Κύριε.

Νόμον θεόγραφον ἔνδον, ἐν πλαξὶ τῶν καρδιῶν ὑμῶν, θεόθεν Μάρτυρες δεδεγμένοι, ἕνα ἐν Τριάδι Θεὸν ἐκηρύττετε, αὐτῷ βοῶντες· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.