Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 20 Μαρτίου 2013

ΕΦΕΤΩΝ ΤΟ ΑΚΡΟΤΑΤΟΝ, ΟΛΙΚΩΣ ΑΓΑΠΗΣΑΝΤΕΣ

Ἐφετῶν τὸ ἀκρότατον, ὁλικῶς ἀγαπήσαντες, τὰ τοῦ βίου Ὅσιοι, ὥσπερ σκύβαλα, τερπνὰ ἡγήσασθε ἅπαντα, καὶ μόνα τὰ μένοντα, ἀγρυπνίᾳ καὶ εὐχῇ, νιφετῷ τε καὶ καύσωνι, ἐποθήσατε, σπηλοδίαιτοι ἅμα γεγονότες, συμπολῖται τῶν Ἀγγέλων, ἀναδειχθέντες ἐν χάριτι.

Καὶ ῥοπάλοις τυπτόμενοι, καὶ τοῖς λίθοις βαλλόμενοι, καὶ πυγμαῖς κοπτόμενοι τὴν ὁμόνοιαν, οὐ διελύσατε Μάρτυρες, ἀγάπῃ συνδούμενοι, καὶ στοργῇ ἀδελφικῇ, ἀλλ' ὑφ' ἓν θανατούμενοι, καὶ τεμνόμενοι, μεληδὸν Ἀθλοφόροι τῇ τραπέζῃ, προσηνέχθητε τῇ θείᾳ, ὡς ἱερεῖα ἀμώμητα.

Καὶ πνιγμῷ συγκλειόμενοι, καὶ πυρὶ δαπανώμενοι, τὰς ψυχὰς παρέθεσθε ὡς ἀμώμητα, Μάρτυρες ἔνδοξοι θύματα, χειρὶ τοῦ Παντάνακτος, καὶ συνήφθητε χοροῖς, ἀσωμάτων Δυνάμεων, αἰωνίζουσαν, κληρωσάμενοι δόξαν, ἧς μεθέξειν, τοὺς ἡμᾶς ἀνευφημοῦντας, ἀδιαλείπτως πρεσβεύσατε.