Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 16 Μαρτίου 2013

ΤΗΝ ΤΩΝ ΠΑΤΕΡΩΝ ΑΠΑΝΤΕΣ ΠΛΗΘΥΝ, ΟΣΙΩΣ ΑΣΚΗΣΑΣΑΝ

Τὴν τῶν Πατέρων ἅπαντες πληθύν, ὁσίως ἀσκήσασαν, ἐν ᾠδαῖς ἐγκωμιάσωμεν πιστοί, τοὺς Ἱεράρχας δὲ Χριστοῦ, εὐφημήσωμεν ᾄσμασι, θεοφρόνως ὁμοψύχως ἀδελφοί· ἐν ἐγκρατείᾳ γὰρ ἔζησαν, καὶ ἐν νηστείᾳ καθαρᾷ, καὶ τοῦ Χριστοῦ κατετράνωσαν, τὸ Εὐαγγέλιον ἡμῖν, μεθ' ὧν ἀνυμνήσωμεν, Γυναικῶν τὰς θεοφόρους καὶ λαμπράς, τὴν αὐτῶν πολιτείαν, θεοπρεπῶς ζηλοῦντες ἐν ψυχῇ, ἵνα εὕρωμεν ἐκεῖ, πλημμελημάτων τὴν συγχώρησιν.

Τοὺς ἐν ἀσκήσει λάμψαντας φαιδρῶς, ὁσίως τε ζήσαντας, εὐφημήσωμεν ἐνδόξως ἀδελφοί, ὡς βιοτεύσαντας καλῶς, πρὸς ζωὴν τὴν αἰώνιον, εὐσεβῶς μετοικισθέντας ἐν χαρᾷ, πρὸς λῆξίν τε τὴν ἀνώλεθρον, καὶ μακαρίαν τὴν ἐκεῖ, δι' ἀρετῆς καὶ σεμνότητος, εὐθυδρομήσαντας ἰδού, ἀξίως τιμήσωμεν, ὅπως τύχωμεν ἐλέους ἐκ Θεοῦ, τῇ αὐτῶν παρακλήσει, καὶ αἰωνίου δόξης καὶ χαρᾶς, καὶ ῥυσθῶμεν τῶν ἐκεῖ, ἀπαραιτήτων κολάσεων.

Ἱεραρχῶν ἁπάντων ὁ χορός, Δικαίων ὁμήγυρις, Ἀσκητῶν τε καὶ ὁσίων Γυναικῶν, τῶν βιωσάντων εὐσεβῶς, δυσωπηθέντες χάριτι· Ἱκετεύσατε τὸν μόνον ἀγαθόν, καὶ πανοικτίρμονα Κύριον, τοῦ οἰκτειρῆσαι καὶ ἡμᾶς, καὶ τῆς ἐκεῖ κατακρίσεως, ῥυσθείημεν διαπαντός, ταῖς προσευχαῖς ὑμῶν σοφοί, καὶ μελλούσης ἀπολαύσεως, τρυφᾶν διηνεκῶς, εἰς αἰῶνας αἰώνων, ἀγαλλιώμενοί τε καὶ ἡμεῖς, αἶνον ὕμνοις ἀπαύστως, τῷ Ζωοδότῃ ἀνακράζοντες.

Θεοπρεπῆ πανήγυριν πιστοί, κροτήσωμεν σήμερον, ἐν τῇ μνήμῃ τῶν Ἁγίων δαψιλῶς Ἱεραρχῶν, καὶ Ἀσκητῶν, καὶ Ἱερομαρτύρων, καὶ ὁσίων Γυναικῶν, καὶ εὐσεβῶν· τῶν γὰρ φθαρτῶν κατεφρόνησαν, καὶ τῶν προσκαίρων ἀληθῶς, καὶ ὡς ἀράχνην ἡγήσαντο, καὶ ὥσπερ σκύβαλα αὐτά, ἵνα κερδήσωσι, τὸν Χριστὸν καὶ τὰ βασίλεια
αὐτοῦ, καὶ τὰ θεῖα ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὓς οὐδὲ ἤκουσε ποτέ, ὧν πρεσβείαις ὁ Θεός, ῥῦσαι φθορᾶς τὰς ψυχὰς ἡμῶν.

Ὅσιοι Πατέρες, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, τῶν κατορθωμάτων ὑμῶν, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὕρετε μισθὸν τῶν καμάτων ὑμῶν, τῶν δαιμόνων ὠλέσατε τὰς φάλαγγας, τῶν Ἀγγέλων ἐφθάσατε τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζηλώσατε, παρρησίαν ἔχοντες πρὸς Κύριον, εἰρήνην αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν.