Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 19 Δεκεμβρίου 2012

ΕΥΑ ΜΕΝ ΤΩ ΤΗΣ ΠΑΡΑΚΟΗΣ ΝΟΣΗΜΑΤΙ

«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

Ἰδοῦσά σε φόρτον ἱερὸν ἠγάλλετο, ἐκβοῶσα ἡ ἀείμνηστος. Δοῦλον ἐκπέμψασά σε Μάκαρ, δεσπότην ἀληθῆ ὑποδέδεγμαι, δουλείας με κακῶν ἐκλυτρούμενον, σαῖς εὐπροσδέκτοις παρακλήσεσιν.

Ὡς Κρίνον κοιλάσι νοηταῖς ἐξήνθησας, τῶν μαρτύρων Βονιφάτιε, Φοίνιξ καθάπερ ἀνυψώθης· ὡς κέδρος ἐγνωρίσθης μυρίπνοος, ὡράθης ἐκλεκτὴ ὡς Κυπάρισσος, εὐωδιάζουσα ψυχὰς ἡμῶν.

Σήμερον ἡ μνήμη σου ἡμῖν ἀνέτειλεν· Ἀθλοφόρε ὥσπερ ἥλιος, φέγγος ἐνθέων χαρισμάτων, φωτίζουσα ψυχὰς τῶν ὑμνούντων σε, παθῶν τε τὴν ἀχλὺν ἀπελαύνουσα, Μάρτυς θεόφρον ἀξιάγαστε.

Ἥλιος καθάπερ ἐκ δυσμῶν ἀνέτειλας, καὶ Ἑῴας πόλιν ἔφθασας, ἔνθα καὶ δὺς τῷ μαρτυρίῳ, πρὸς κρείττονα ζωὴν ἀνατέταλκας, καὶ Ῥώμην τὴν περίβλεπτον ἔφθασας, ταύτην τειχίζων σαῖς δεήσεσι.