Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 23 Δεκεμβρίου 2012

ΕΚΣΤΗΘΙ ΦΡΙΤΤΩΝ ΟΥΡΑΝΕ

«Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· Ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις Θεός, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ὢ τῆς ἀφάτου σου Χριστέ, συγκαταβάσεως, δι' ἡμᾶς τοὺς ταπεινούς! ἰδοὺ γὰρ θανάτου γευσάμενος, Θεὸς ἀθάνατος ὢν, ἐν τάφῳ ὡς βροτὸς κατετέθης· ἀλλ' ἐξανέστης Λόγε, συνεγείρας τοὺς κάτω, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Σοῦ τὴν σφαγὴν προεκτυπών, ὁ Ἀβραὰμ Χριστέ, ὃν ἐγέννησεν υἱόν, ἐν ὄρει πειθαρχῶν σοι Δέσποτα, καθάπερ πρόβατον ἀνῆλθε θυσιάσων ἐν πίστει· ἀλλ' ἐπανῆκε χαίρων, Ἰσαὰκ καὶ πρεσβύτης, σὲ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Φλὸξ ἡ ἀκάματος Χριστέ, ἐνδυσαμένων σε, ὡς ἱμάτιον τὸ πῦρ, τὸ θεῖον, τῶν Ἁγίων Παίδων σου, ἀπημαυρώθη σφοδρῶς, καὶ δρόσος τῇ σῇ συγκαταβάσει, τοῖς ψάλλουσιν ἠχεῖτο, Ἱερεῖς εὐλογεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δίδοται λέουσι βορά, ἀρρήτοις κρίμασιν, ὁ Προφήτης Δανιήλ, ἀλλ' ἔσχεν ἐγκρατείας δόγμασι, συννηστευτὰς εὐσεβῶς, τοὺς θῆρας ἐν τῷ βόθρῳ τοῦ λάκκου, αὐτοῦ ταῖς ἱκεσίαις, Ἀβραὰμ καὶ τῶν Παίδων, σῶσον ἐν εἰρήνῃ, Χριστὲ τοὺς σὲ ὑμνοῦντας.