Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 10 Δεκεμβρίου 2012

ΤΥΠΟΝ ΤΗΣ ΑΓΝΗΣ ΛΟΧΕΙΑΣ ΣΟΥ, ΠΥΡΠΟΛΟΥΜΕΝΗ ΒΑΤΟΣ

«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη Βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».

Ἴδε φωταυγῆς πανήγυρις, φωτοειδῶν Μαρτύρων πᾶσιν ἐξέλαμψε, καταυγάζουσα, τῆς οἰκουμένης τὰ πέρατα, καὶ ψυχῶν ἀβλεψίαν ἐξαίρουσα, προσέλθωμεν προθύμως, ἁγιασμὸν ἀπαρυσόμενοι.

Ὧνπερ ἀγαθῶν ἐτύχετε, ἐπουρανίων δόξης, ἧς ἠξιώθητε, πίστει τὴν φαιδράν, μνήμην ὑμῶν τοὺς γεραίροντας, ὡς Θεῷ παριστάμενοι πάντοτε, τυχεῖν ἐκδυσωπεῖτε, Μεγαλομάρτυρες δεόμεθα.

Σῶμα καὶ ψυχὴν προσήξατε, τῷ Ποιητῇ τῶν ὅλων θυσίαν ἄμωμον, ὁλοκαυτωθέντες, τῷ πυρὶ τῶν κολάσεων, καὶ Μαρτύρων χοροῖς ἠριθμήθητε, φωτὶ ἀκραιφνεστάτῳ, καταλαμπόμενοι θεόφρονες.

Ἤρθη πρὸς μονὰς σκηνούμενος, φωτοειδὴς Μαρτύρων χορὸς ὁ ἔνθεος, καὶ παρίσταται, Πατρὶ Υἱῷ τε καὶ Πνεύματι, ἀπολαύων τρανῶς τῆς θεώσεως, Μηνᾶς σὺν Ἑρμογένει, καὶ τῷ Εὐγράφῳ οἱ θεόφρονες.