Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 25 Δεκεμβρίου 2012

ΕΥΧΕΤΗΡΙΟΣ ΧΑΙΡΕΤΙΣΜΟΣ ΤΗΣ Α.Θ.Μ. ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΕΠΙ ΤΗΙ ΕΟΡΤΗΙ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ 2012

ΠΗΓΗ : Πύλη Εἰδησεογραφίας τοῦ Πατριαρχείου Ἱεροσολύμων


«Ἀπό τήν Ἁγίαν Γῆν, ἡ ὁποία ἐφιλοξένησεν εἰς τό Σπήλαιον αὐτῆς εἰς τήν Βηθλεέμ τόν Ἥλιον τῆς Δικαιοσύνης καί τήν Σεσαρκωμένην Ἀγάπην, δηλαδή τόν Θεόν Λόγον, τόν Υἱόν τοῦ Θεοῦ καί τόν Υἱόν τῆς ἀειπαρθένου Μαρίας, θέλομεν ἐκ βάθους καρδίας νά εὐχηθῶμεν καλά καί εὐλογημένα Χριστούγεννα εἰς ὅλον τόν κόσμον καί ἰδιαιτέρως εἰς τούς σκληρῶς δοκιμαζομένους καί χειμαζομένους συνανθρώπους μας.
Ἡ Γέννησις τοῦ Χριστοῦ δέν ἀποτελεῖ στιγμιαῖον γεγονός τῆς ἱστορίας, ἀλλά πραγματικότητα ζωντανήν, πού ἐπαναλαμβάνεται καθημερινῶς ἐντός τοῦ χώρου τῆς λειτουργικῆς ζωῆς τῆς Ἐκκλησίας.
Ὁ Χριστός εἶναι τό ἐνυπόστατον Φῶς τῆς δικαιοσύνης καί τῆς ἀγάπης. Ἐάν, ἀγαπητοί μου, ἀναζητῶμεν λύσιν καί διέξοδον εἰς τήν κοινωνικήν καί οἰκονομικήν κρίσιν, ἡ ὁποία μαστίζει ἀνηλεῶς τόν κόσμον γενικώτερον καί εἰδικώτερον τούς κατοίκους τῆς Μέσης Ἀνατολῆς, ἀλλά καί τῆς Ἑλλάδος, ἡ λύσις καί διέξοδος αὐτῆς εὑρίσκεται εἰς τό ταπεινόν σπήλαιον τῆς Βηθλεέμ, εἰς τήν φάτνην τῶν ἀλόγων, δηλαδή εἰς τήν ἄκραν ταπείνωσιν τοῦ Θεοῦ καί Σωτῆρος ἡμῶν Χριστοῦ.
Καλά Χριστούγεννα καί εὐλογημένον τό Νέον Ἔτος».
Ἐκ τῆς Ἀρχιγραμματείας.