Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 6 Αυγούστου 2012

ΠΡΟ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ ΣΟΥ ΚΑΙ ΤΟΥ ΠΑΘΟΥΣ,

Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.

Ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν, τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν, νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόρρητον, οἰκονομίαν καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι' ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.

Παρθενικῆς ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητὸν σὲ Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον· ὅθεν ὁ Πέτρος ἐκπληττόμενος, Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει, Εὐεργέτα πολυέλεε.

Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ' αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, αὐτοῦ ἀκούετε.