Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 6 Μαΐου 2012

ΦΩΤΙ ΑΝΕΣΠΕΡΩ

«Φωτὶ τῷ ἀνεσπέρῳ σου Χριστέ, καταύγασον τὴν ταπεινήν μου ψυχήν, καὶ ὁδήγησον εἰς τὸν φόβον σου· διότι φῶς τὰ προστάγματά σου».

Ὑψώθης ἐπὶ ξύλου τοῦ Σταυροῦ, καὶ κόσμον ἅπαντα συνανύψωσας, καὶ γενόμενος ἐν νεκροῖς ὁ Θεός, νεκροὺς ἐγείρεις τοὺς ἀπ' αἰῶνος.

Ἀνέστη καθὼς εἶπεν ὁ Χριστός, κενώσας ἅπαντα ᾍδου τὰ βασίλεια, καὶ ὀπτάνεται Ἀποστόλοις, χαρᾶς μεταδιδοὺς διαιωνιζούσης.

Λευκείμων καθωράθη γυναιξίν, ἀστράπτων Ἄγγελος, φάσκων· Μὴ κλαίετε, ἡ ζωὴ ἡμῶν ἐξεγήγερται, τοὺς ἐν τοῖς τάφοις νεκροὺς ζωώσας.

Παράλυτον ὡς ἤγειρας Χριστέ, τὴν παρειμένην μου ψυχὴν ὑγίωσον, παραβάσεσι, καὶ βαδίζειν με τὰς σὰς ὀρθὰς εὐόδωσον τρίβους.

Ἀγγέλων ἀρχηγέτα Μιχαήλ, τὸν ἀθροιζόμενον ἐν τῷ τεμένει σου λαὸν σήμερον, καὶ κηρύττοντα τὰ τοῦ Θεοῦ, σῷζε μεγαλεῖα.