Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 10 Απριλίου 2012

ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Ἴαμα βρύει ἡ σορός, τῶν Μαρτύρων ἐκ πηγῆς θείου Πνεύματος, ἐπαρδομένη ἀεί, προθύμως δεῦτε ἀπαρυσώμεθα, σῶμα, καρδίαν καὶ ψυχήν, καθαγιαζόμενοι, καὶ τόν Σωτῆρα Χριστόν, μεγαλύνοντες πιστῶς φιλομάρτυρες.

Ὡς ἄνθη θεῖα τοῦ ἀγροῦ, ὥσπερ ῥόδα μυστικὰ ἐξηνθήσατε, καὶ εὐωδίας σεπτῆς, τὴν Ἐκκλησίαν ἀπεπληρώσατε, πλάνην δυσώδη τοῦ ἐχθροῦ, μακρὰν ἀπελαύνοντες, τῇ θείᾳ χάριτι, Ἀθλοφόροι τοῦ Χριστοῦ ἀξιάγαστοι.

Σήμερον Μάξιμον πιστοί, καὶ Ἀλέξανδρον ὁμοῦ καὶ Θεόδωρον, Ζήνωνα, Πομπήϊον, Ἀφρικανόν τε καὶ τὸν Τερέντιον, σὺν τοῖς λοιποῖς συναθληταῖς, πιστῶς εὐφημήσωμεν, καὶ μακαρίσωμεν, ἀνυμνοῦντες τὰ αὐτῶν προτερήματα.

Ἤγγικε, πρόσεχε ψυχή, ἡ τοῦ Κτίστου τελευταία ἐπέλευσις, οἱ θρόνοι τίθενται, καὶ τὸ κριτήριον ἤδη πάρεστιν, ὁ δὲ Κριτὴς ὡς ἀγαθός, βοᾷ· Ἑτοιμάσθητε· Σπεῦσον οὖν βόησον, τῶν Μαρτύρων σου λιταῖς Σῶτερ σῶσόν με.