Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 10 Απριλίου 2012

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ Ο ΤΥΡΡΑΝΟΣ...

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύρρανος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Τυραννικοῦ πρὸ βήματος, ὁ θεόφρων Τερέντιος, σὺν Ἀφρικανῷ τε, Μάξιμος Πομπήϊος, ὁ θεῖος Μακάριος, καὶ ὁ κλεινὸς Θεόδωρος, ἅμα τῇ λοιπῇ τῶν συμμαρτύρων χορείᾳ, Χριστὸν ὁμολογοῦσι, τὸν Σωτῆρα τῶν ὅλων, καὶ τούτου τῇ ἀγάπῃ, γενναίως ἐναθλοῦσιν.

Ὑπὲρ Χριστοῦ στρεβλούμενοι, καὶ βουνεύροις τυπτόμενοι, καὶ ἀνηλεῶς, οἱ Ἀθληταὶ ξεόμενοι, τριβόλοις κεντούμενοι, καὶ τοῖς θηρσὶ ῥιπτούμενοι, καὶ πυρακτωθεῖσιν, ὀβελίσκοις τὰ στέρνα, φλεγόμενοι ἐβόων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ῥῆμα ζωῆς προφέροντες, οἱ καλλίνικοι Μάρτυρες, τεθανατωμένους, ἐν τῇ πλάνῃ ἔσωσαν, ἐχθροὺς ἐθανάτωσαν, καὶ τοῦ Χριστοῦ τὸν θάνατον, καὶ τὰ φωταυγῆ ἐξεικονίζοντες πάθη, βασάνοις πολυτρόποις, τὸ μακάριον τέλος, ἐδέξαντο ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὥσπερ κιθάρα εὔρυθμος, κρουομένη τῷ Πνεύματι, καὶ τὰς διανοίας, τῶν πιστῶν ἡδύνουσα, τετράριθμος πέφυκε, τῶν Ἀθλοφόρων θεία δεκάς, θεῖον κορυφαῖον, κεκτημένη βοῶντα· Τερέντιον τὸν μέγαν, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἴωνας.