Ὁ παλαιὸς ἡμερῶν, ὁ καὶ τὸν νόμον πάλαι ἐν Σινᾷ δοὺς τῷ Μωσεῖ, σήμερον βρέφος ὁρᾶται, καὶ κατὰ νόμον, ὡς νόμου Ποιητής, τὸν νόμον ἐκπληρῶν, ναῷ προσάγεται, καὶ τῷ Πρεσβύτῃ ἐπιδίδοται. Δεξάμενος δὲ τοῦτον Συμεὼν ὁ δίκαιος, καὶ τῶν δεσμῶν τὴν ἔκβασιν ἰδὼν τελεσθεῖσαν, γηθοσύνως ἐβόα· Εἶδον οἱ ὀφθαλμοί μου, τὸ ἀπ' αἰῶνος Μυστήριον ἀποκεκρυμμένον, ἐπ' ἐσχάτων τούτων ἡμερῶν φανερωθέν, φῶς διασκεδάζον, τῶν ἀπίστων ἐθνῶν τὴν σκοτόμαιναν, καὶ δόξαν τοῦ νεολέκτου Ἰσραήλ· διὸ ἀπόλυσον τὸν δοῦλόν σου, ἐκ τῶν δεσμῶν τοῦδε τοῦ σαρκίου, πρὸς τὴν ἀγήρω καὶ θαυμασίαν ἄληκτον ζωήν, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Σήμερον ὁ πάλαι τῷ Μωσεῖ, ἐν Σινᾷ νόμον ἐπιδούς, τοῖς νομικοῖς ὑποκύπτει θεσμοῖς, δι' ἡμᾶς εὔσπλαγχνος γεγονώς. Νῦν ὁ καθαρὸς Θεός, ὡς παιδίον ἅγιον, μήτραν διανοίξαν ἁγνήν, ἑαυτῷ ὡς Θεὸς συγκομίζεται, τῆς τοῦ νόμου κατάρας ἐλευθερῶν, καὶ φωτίζων τὰς ψυχὰς ἡμῶν.
Ὄνπερ οἱ ἄνω Λειτουργοὶ τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ὑλικαῖς ἀγκάλαις δεχόμενος, τὸ θεῖον τοῖς ἀνθρώποις ἑνοῦσθαι ἐκήρυττε, καὶ βροτὸν τὸν οὐράνιον Θεὸν ὀπτανόμενος, ἀναχωρῶν τῶν ἐπὶ γῆς, χαρμονικῶς ἀνέκραζεν, ὁ τοῖς ἐν σκότει τὸ ἀνέσπερον φῶς ἀποκαλύπτων, Κύριε δόξα σοι.
Σήμερον Συμεὼν ἐν ταῖς ἀγκάλαις, τὸν Κύριον τῆς δόξης ὑποδέχεται, ὃν ὑπὸ τὸν γνόφον πρώην ὁ Μωϋσῆς ἐθεάσατο, ἐν τῷ ὄρει τῷ Σινᾷ πλάκας δόντα αὐτῷ. Οὗτός ἐστιν, ὁ ἐν τοῖς Προφήταις λαλῶν, καὶ τοῦ νόμου Ποιητής, οὗτός ἐστιν ὃν ὁ Δαυῒδ καταγγέλλει, ὁ τοῖς πᾶσι φοβερός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Τὸν Ἱερὸν ἡ Ἱερὰ Παρθένος προσεκόμισεν, ἐν Ἱερῷ τῷ Ἱερεῖ, ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε.
Ὁ Κτίστης οὐρανοῦ καὶ γῆς, ἐν ἀγκάλαις ἐβαστάζετο, ὑπὸ ἁγίου Συμεὼν τοῦ πρεσβύτου σήμερον· αὐτὸς γὰρ ἐν Πνεύματι Ἁγίῳ ἔλεγε· Νῦν ἠλευθέρωμαι, εἶδον γάρ τὸν Σωτῆρά μου.
Σήμερον Συμεὼν ὁ πρεσβύτης, ἐν τῷ Ναῷ εἰσέρχεται, χαίρων τῷ πνεύματι τὸν Νομοδότην Μωσέως, καὶ πληρωτὴν τοῦ νόμου, ἀγκάλαις εἰσδέξασθαι· ἐκεῖνος μέν, διὰ γνόφου καὶ φωνῆς ἀμυδρᾶς, θεόπτης ἠξίωτο, καὶ κεκαλυμμένῳ προσώπῳ τῶν Ἑβραίων τὰς ἀπίστους καρδίας διήλεγξεν, οὗτος δέ, τὸν προαιώνιον Λόγον τοῦ Πατρός, σωματωθέντα ἐβάστασε, καὶ τῶν Ἐθνῶν ἀπεκάλυψε τὸ φῶς, τὸν Σταυρὸν καὶ τὴν Ἀνάστασιν. Καὶ Ἄννα Προφῆτις ἀναδείκνυται, τὸν Σωτῆρα λυτρωτὴν τοῦ Ἰσραὴλ κηρύττουσα. Αὐτῷ βοήσωμεν. Χριστὲ ὁ Θεὸς ἡμῶν, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Σήμερον ἡ Ἱερὰ Μητηρ, καὶ τοῦ Ἱεροῦ ὑψηλοτέρα, ἐπὶ τὸ Ἱερὸν παραγέγονεν, ἐμφανίζουσα τῷ κόσμῳ, τὸν τοῦ κόσμου Ποιητήν, καὶ τοῦ νόμου πάροχον, ὃν καὶ ἐν ἀγκάλαις ὑποδεξάμενος, ὁ πρεσβύτης Συμεών, γεραίρων ἐκραύγαζε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ὅτι εἶδὸν σε τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.