Ἴδε πῶς περίκειμαι, τὴν σὴν εἰκόνα ἣν ἔπλασα, ὑπὲρ νοῦν ταπεινούμενος, ὁ Κύριος ἔφησε. Τὶ οὖν ξένον φίλε, εἰ καθυποκύπτω, τῇ δεξιᾷ σου ὥς περ εἷς, τῶν σῶν συνδούλων καὶ περιβάλλομαι, γυμνούμενος τὰ ὕδατα; τοὺς γυμνωθέντας γὰρ βούλομαι, ἐπενδῦσαι ὡς εὔσπλαγχνος, ἀφθαρσίαν αἰώνιον.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Ὤφθης σωματούμενος, ἀλλὰ νηδὺς σε ἐδέξατο, ἀκατάφλεκτος μείνασα· κάμινος γὰρ πόρρωθεν, ταύτην εἰκονίζει, μὴ φλέξασα Παῖδας, ἐγὼ δὲ χόρτος ὢν πυρί, πῶς ἐπιθήσω χεῖράς σοι Δεσπότα; ὃν φρίττει τὰ οὐράνια, καὶ τὰ ἐπίγεια ἅπαντα; Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Σὺ με ἐν τοῖς ὕδασι, τοῦ Ἰορδάνου ἀπόπλυνον, ῥύπον ὅλως μὴ ἔχοντα, ὁ Κύριος ἔφησε· καὶ ἡ ῥυπωθεῖσα, φύσις τῶν ἀνθρώπων, τῇ παραβάσει τοῦ Ἀδάμ, ἀποπλυθεῖσα καινὴ γενήσεται· ἐμοῦ βαπτιζομένου γάρ, ἡ ἀναγέννησις ἅπασι, τοῖς ἀνθρώποις δι' ὕδατος, καὶ τοῦ Πνεύματος γίνεται.
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν, Πατὴρ ἡμῶν Θεοδόσιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων. Μεθ᾿ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Τὰ τῶν Ἀγγέλων στρατεύματα ἐξίσταντο, ὁρῶντά σε σήμερον ἐν Ἰορδάνῃ, γυμνὸν ἑστῶτα Σωτὴρ ἐν τοῖς ὕδασι, καὶ τὴν ἄχραντον κορυφήν σου ὑποκλίναντα, βαπτισθῆναι ὑπὸ Ἰωάννου· σοῦ γὰρ πτωχεύσαντος ἑκουσίως, ὁ κόσμος ἐπλουτίσθη, Κύριε δόξα σοι.