Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 16 Ιανουαρίου 2012

ΤΗΝ ΑΠΑΤΗΝ ΕΔΕΣΜΕΥΣΑΣ...

Τὴν ἀπάτην ἐδέσμευσας, ἐν Κυρίῳ δεσμούμενος, καὶ εἱρκτῇ Ἀπόστολε συγκλειόμενος· διὸ σε πόθῳ γεραίρομεν, καὶ πίστει τὴν Ἅλυσιν, ἀσπαζόμεθα τὴν σήν· ἐξ αὐτῆς δ᾿ ἀρυόμενοι, ῥῶσιν σώματος, καὶ ψυχῆς σωτηρίαν κατὰ χρέος, εὐφημοῦμέν σε Θεόπτα, τῶν Ἀσωμάτων ἐφάμιλλε.

Διὰ σοῦ γνῶσιν δέχεται, ἀγνωσίᾳ κρατούμενα, τῶν Ἐθνῶν πολύσπορα γένη πρότερον· ὧν τὴν εἰκόνα ἐδήλωσεν, ἐξ ὕψους φερόμενον, σκεῦος ἔνδοξε χωροῦν, ἄπαν ζῶον Ἀπόστολε· ὅθεν πᾶσά σε, ἡλικία δοξάζει προσκυνοῦσα, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ προθυμότατα.

Ὃν ἠρνήσω κρινόμενον, ἐγειρόμενον ὕμνησας, ἐκ νεκρῶν Ἀπόστολε καὶ ἐκήρυξας, εἰς τὰ τοῦ κόσμου πληρώματα, Θεόν τε καὶ ἄνθρωπον, ἀγαθότητι πολλῇ, τοῖς βροτοῖς ὁμιλήσαντα· ὅθεν πόθῳ σε, μακαρίζομεν Πάτερ προσκυνοῦντες, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ παναοίδιμε.

Σήμερον ἡμῖν ἡ κρηπὶς τῆς Ἐκκλησίας, Πέτρος, ἡ πέτρα τῆς πίστεως, προτίθεται τὴν τιμίαν αὐτοῦ Ἅλυσιν, εἰς ψυχικὴν εὐεξίαν. Δεῦτε πάντες ταύτην προσπτυσσόμενοι, ἐν εὐφήμοις ᾠδαῖς, αὐτὸν καταστέψωμεν· Χαίροις ὁ θερμὸς τῆς πίστεως πρόμαχος, ὁ θερμῇ τῇ διανοίᾳ τὸν Χριστὸν ὁμολογήσας, Υἱὸν Θεοῦ ἐν παρρησίᾳ πολλῇ. Χαίροις τῆς οἰκουμένης τὸ ἀγαλλίαμα, καὶ τῆς οὐρανῶν Βασιλείας κλειδοῦχε. Χάριν πορίζου τοῖς πόθῳ σε τιμῶσι, καὶ τὴν σὴν σεβάσμιον Ἅλυσιν, προσπτυσσομένοις ἐκ πόθου, ὡς παριστάμενος τῷ θρόνῳ τοῦ Παντάνακτος Θεοῦ, πρεσβείαν ποιούμενος, ὑπὲρ ἡμῶν τῶν ἑπταικότων.