Φαιδροτέρα ἡλίου γέγονεν, ἡ παρελθοῦσα ἑορτὴ τῶν Γενεθλίων Χριστοῦ, λαμπρὰ καὶ ἐπίφωτος δείκνυται ἡ ἐπερχομένη, τῆς θείας Ἐπιφανείας αὐτοῦ. Ἐν ἐκείνῃ Ποιμένες, μετ' Ἀγγέλων δοξολογοῦντες, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα, ἐν ταύτῃ δὲ τοῦ Δεσπότου ὁ Ἰωάννης ἁψάμενος τῇ δεξιᾷ χειρί, σὺν τρόμῳ ἔλεγεν· Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα, ὁ μόνος ἔχων τὸ μέγα ἔλεος.
Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.
Ἐτοιμάζου Ἰορδάνη ποταμέ· Ἰδοὺ γὰρ παραγίνεται Χριστὸς ὁ Θεός, βαπτισθῆναι ὑπὸ Ἰωάννου, ἵνα τῶν δρακόντων ἀοράτους κεφαλὰς συνθλάσῃ τῇ θεότητι, ἐν τοῖς ὕδασι τοῖς σοῖς. Ἀγάλλου ἡ ἔρημος, Ἰορδάνου, τὰ ὂρη σκιρτήσατε μετ' εὐφροσύνης· ἣκει γὰρ ἡ αἰώνιος ζωή, ἀνακαλέσαι τὸν Ἀδάμ. Φωνὴ βοῶντος βόησον, ὦ Ἰωάννη Πρόδρομε. Ἐτοιμάσατε ὁδοὺς τοῦ Κυρίου, καὶ τάς τρίβους αὐτοῦ εὐθείας ἀπεργάσασθε.
Εἴδοσαν σὲ ὕδατα ὁ Θεός, εἴδοσαν σὲ ὕδατα καὶ ἐφοβήθησαν.
Ἀγαλλιάσθω ἡ ἔρημος τοῦ Ἰορδάνου, καὶ ἀνθείτω ὡς κρίνον· φωνὴ γὰρ βοῶντος ἠκούσθη ἐν αὐτῇ. Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· ὁ γὰρ τὰ ὅρη στήσας σταθμῷ, καὶ τάς νάπας ζυγῷ, ὁ τὰ πάντα πληρῶν ὁ Θεός, βαπτίζεται ὑπὸ δούλου, πτωχεύειν ἤρξατο, ὁ τὰ πλούσια δῶρα χαριζόμενος. Ἤκουσεν Εὕα, ἐν λύπαις τέξῃ τέκνα· νῦν δὲ ἤκουσεν ἡ Παρθένος, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.