Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 2 Ιανουαρίου 2012

ΠΡΟΕΟΡΤΙΑ ΤΩΝ ΦΩΤΩΝ


τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Προεόρτια τῶν Φώτωνκαὶ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΣιλβέστρουΠάπα Ῥώμης.
 Τῇ Βτοῦ αὐτοῦ μηνόςΜνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου Πάπα Ῥώμης.

Ζωοῖ νεκρὸν βοῦν, αἰσχύνων Ζαμβρὴν Μάγον,
Ὁ καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.
Θυμὸν ἀποπνείει Σίλβεστρος δευτέρῃ ἠοῖ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Ἱερομάρτυρος Θεαγένους.

Θεάγενες, βλήθητι τοῦ πόντου μέσον,
ᾯ κἂν βυθισθῇς, ἒνδον ἐκνήξῃ πόλου.

Τῇ αὐτῇ ἡμέρᾳοἱ Ἅγιοι Θεόπεμπτος καὶ Θεοδότη μήτηρ τῶν Ἁγίων Ἀναργύρωνἐν εἰρήνῃ τελειοῦνται.

Τὸν Θεόπεμπτον σαρκικῆς λῦσαι πέδης,
Ἦλθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.
Νόσῳ παρῆλθε τὸν βίον Θεοδότη,
Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ  Ὅσιος Μᾶρκος  κωφόςἐν εἰρήνῃ τελειοῦται.

Ὁ Μᾶρκος οὐκ ἤκουσε γηΐνων λόγων,
Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.

Τῇ αὐτῇ ἡμέρᾳΜνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας.

Βρύχημα, χάσμα, δῆγμα θηρῶν ἀγρίων.
Βασιλείου τὸ πρᾶον οὐ κατεπτόει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σέργιος ξίφει τελειοῦται.

Οὐχ οἷον εἰπεῖν, οὐδὲ γνῶσιν φέρειν,
Ὅση χαρὰ Σέργιος ἐτμήθη κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόπιστος, λιθοβοληθεὶς τελειοῦται.

Κτείνει σε Θεόπιστε πιστὲ τοῖς λίθοις,
Ἡ τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.

Τῇ αὐτῇ ἡμέρᾳΜνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΚοσμᾶἈρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ θαυματουργοῦτοῦ ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Θεόςἐλέησον ἡμᾶς.