Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 3 Ιανουαρίου 2012

ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΜΑΛΑΧΙΟΥ


Τῌ ΓΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ


Προεόρτια τν Φώτωνκαὶ μνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίουκαὶ τοῦ Ἁγίου Μάρτυρος Γορδίου.
 Τῇ Γτοῦ ατοῦ μηνόςΜνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίου.

Ὁ κλσιν αχν γγέλου Μαλαχίας,
Αχεῖ μάλιστα τν μετ' Ἀγγέλων στάσιν.
κ εθέων Μαλαχίου πέπτατο ν τρίτῃ ἦτορ.

Τῇ ατῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου.

Καὶ τς παρέλθῃ Γόρδιον τν πλίτην,
Πρς φρικτν πλον στερρν νδρα τὸ ξίφος;
Τμηθες μφὶ τρίτῃ πέσε Γόρδιος ν κονίησιν.

Τῇ ατῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρς μν Πέτρου τοῦ Σημειοφόρουτοῦ ἐν τῷ Ἁγίῳ Ζαχαρίᾳ τς τρώας κειμένου.

Τῇ ατῇ ἡμέρᾳ, οἱ Ἅγιοι ΜάρτυρεςΜήτηρ καὶ δύο τέκναπυρὶ τελειονται.

Μητρς φλεγείσηςκαὶ τὰ τέκνα πρς φλόγα,
Τετριγότα τρέχουσιν ς στρουθο τέκνα.

Τας ατν γίαις πρεσβείαις, ὁ Θες λέησον μς.