Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 3 Ιανουαρίου 2012

ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΕΦΡΑΙΜ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ


Τῇ ε' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ ἁγίου ἐνδόξου ὁσιομάρτυρος Ἐφραὶμ , τοῦ νεοφανοῦς καὶ θαυματουργοῦ, τοῦ ἐν τῷ κατὰ τὴν Ἀττικὴν ὄρει τῶν Ἀμώμων ἀσκήσαντος καὶ ἀθλήσαντος κατὰ τὸν δέκατον καὶ πέμπτον αἰῶνα.

Ἀσκήσει τὴν ἄθλησιν Ἐφραὶμ συνάψας ἀξίως δεδόξασαι παρὰ Κυρίου.
Πέμπτῃ Ἐφραὶμ χερσὶ φονόεσσαις λυγρὸν εὕρατο μόρον.

Οὗτος ἦν τῷ δεκάτῳ καὶ πέμτπῳ αἰῶνι, καὶ ἐκ νεαρᾶς ἡλικίας· δέκατον τέταρτον γὰρ ἦγεν ἐνιαυτόν, ἀφιερώθη τῷ Κυρίῳ, ἄρας ἐπ’ ὤμων τὸν Σταυρὸν αὐτοῦ. Καὶ ἐν ὄρει τῶν Ἀμώμων, καλουμένῳ, ὄντι ἐν τῇ Ἀττικῇ, ἐν τῇ ἐκεῖσε Μονῇ, ζὴλῳ θείῳ τῶν κρειττόνων μονάσας, τοὺς ἀσκητικοὺς ἤνυε ἀγῶνας, δι’ ἄκρας ἐγκρατείας, καὶ ταῖς λοιπαῖς κατὰ Χριστόν, ἀρεταῖς καθαίρων ἑαυτόν, καὶ θεοειδὴς γνωριζόμενος. Ἀλλὰ φθόνῳ τοῦ τοῖς καλοῖς βασκαίνοντος μισοκάλου ἐχθροῦ, στίφος ἀλλοφύλων Ἀγαρηνῶν βαρβάρων διὰ θαλάσσης ἐπιδραμόν, φθορᾷ καὶ δῃώσει καὶ λεηλασίᾳ τὰ ἐκεῖσε πάντα, σὺν τῇ Μονῇ, ὑπέβαλον. Τότε δὴ καὶ τὸν μακάριον Ἐφραίμ, μανίᾳ πολλῇ κρατήσαντες, φρικώδεσι τιμωρίαις καὶ βασάνοις καὶ πόνοις κατῃκίζοντο καὶ ἐσπάρασσον, ἕως οὗ βιαὶῳ θανὰτῳ τὴν ἑαυτοῦ ἁγίαν ψυχὴν εἰς χεῖρας Θεοΰ παρέδωκεν τῇ ε' Μαΐου, ἐν ἔτει σωτηρίῳ 1426, ἡμέρα Τρίτη, περὶ ὥραν θ'.

Ταῦτα πάντα ἐτέλουν ἄγνωστα καὶ ἀφανῆ πλείστων ἐνιαυτῶν περιόδοις, κατακαλυπτόμενα τῷ βυθῷ τῆς σιωπῆς καὶ λήθης. Θείᾳ δὲ ἐπινεύσει καὶ ῥοπῇ, ἐν ἔτει 1950, κινηθεῖσα ἡ τῆς Μονῆς ἡγουμένη, ἧς ἡ κλῆσις Μακαρία, ἐποίησατο ἀνασκαφὰς ἐν τῇ ἐκεΐσε αὐλῇ, ἔνθα τῇ γ' Ἰανουαρίου μηνός, ἀνεύρατο ἐν πολλῇ ἐκπλήξει καὶ θάμβει ἱερῷ, λείψανα ὁσίου ἀνδρός, οὐράνιον ἐκπέμποντα εὐωδίαν καὶ ὀσμήν. Διαποροῦσα καὶ εὐχομένη τίνος ἆρα εἰσὶ ταῦτα, ἐφάνη αὑτῇ θαυμαστὸς καὶ ἱεροπρεπὴς μοναχός, ὅστις τὰ πάντα δῆλα πεποίηκε· τὴν κλῆσιν, τὴν βαρβαρικήν ἐπιδρομήν, τὸ μαρτυρικὸν τέλος, ἔτι δέ, ὅτι τὰ εὑρεθέντα ὀστᾶ ἀνήκουν αὐτῷ, ὡς ἐν ἐκτενείᾳ πως ἀφηγοῦνται τῇ γ' Ἰανουαρίου, ἐν ᾗ τελεῖται καὶ ἐορτάζεται ἡ εὕρεσις τῶν τιμίων λειψάνων τοῦ Ὁσιομάρτυρος.

Ὁ θεῖος οὗτος Ὁσιομάρτυς, δοξασθεὶς παρὰ Κυρίου, πλεῖστα θαύματα ἐνεργεῖ τοῖς ἐπικαλουμένοις αὐτόν, καὶ παντοίας νόσους θεραπεύει τοῖς προσερχομένοις τοῖς ἱεροΐς αὐτοῦ λειψάνοις, ἀποκειμένοις ἐν τῇ παρὰ τὴν Νέαν Μάκρην ἁγίᾳ αὐτοῦ Μονῇ, καὶ κατ' ὄναρ καὶ καθ’ ὕπαρ πολλάκις φαινόμενος, βοηθεΐ καὶ ἀρήγει τοῖς ἐν ἀνάγκαις συνεχομένοις, τῇ δεδομένῃ παρὰ Κυρίου αὐτῷ χάριτι.

Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.