Οἶκον τῶν ἱερῶν ἀρετῶν, προκαταστήσας σεαυτὸν Θεοδόσιε, τὸν θεῖον τῆς Θεοτόκου, κατηξιώθης ναόν, κατοικεῖν καὶ τοῦτον ἐπισκέπτεσθαι· Θεοῦ τὴν λαμπρότητα, θεωρεῖν γὰρ ἠγάπησας· τῆς ἀληθοῦς δέ, νῦν σκηνῆς τὴν εὐπρέπειαν, καὶ τὴν ἄφραστον, καθορᾷς ὡραιότητα· ἥν περ ἐθεμελίωσεν, ὁ Ὕψιστος Ὅσιε, καὶ κατοικίζει προθύμως, τοὺς πρὸς αὐτὸν ἀνανεύοντας. Αὐτὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Πόνοις ἀσκητικοῖς σεαυτόν, ἀνακαθάρας μιμητὴς ἐχρημάτισας, παμμάκαρ, τοῦ σοῦ Δεσπότου· τῆς γὰρ κρασπέδων τῶν σῶν, ἁψαμένης πάθος ἐθεράπευσας· λιμῷ τηκομένους, ἐν τῇ ἐρήμῳ δὲ ἔθρεψας, ἐξ ἀκενώτου, χορηγῶν θησαυρίσματος, ὡς φερώνυμος, Θεοῦ δόσις γενόμενος. Πίστιν δὲ τὴν ὀρθόδοξον, ἐκήρυξας Ὅσιε, τὴν τοῦ τυράννου μανίαν, ἀντ᾿ οὐδενὸς λογισάμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Φλόγα τῆς πρὸς Θεὸν ἀκλινοῦς, καὶ διαπύρου καὶ θερμῆς ἀγαπήσεως, ἐξάψας τὸν οὐρανόθεν, ἀντεκομίσω πυρσόν, εὐδοκίαν θείαν σοι μηνύοντα, ναὸν ἁγιώτατον, ἀρετῆς παιδευτήριον, οἰκοδομῆσαι, καὶ ψυχῶν φροντιστήριον· ὃν ἀρξάμενος, εὐσεβῶς ἐτελείωσας· ἔνθα καὶ τὸ πολύαθλον, κατάκειται σῶμά σου, θήκαις ὁσίαις Παμμάκαρ, διαφερόντως τιμώμενον. Χριστὸν δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Ὄντως ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ Θεοδόσιε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος Πάτερ ἐορτάζοντος, τερπνῆς ἀκουσάμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει μακάριε, ἧς μόνης ἐφιέμενος, τὴν σάρκα ἐνέκρωσας, ἧς καὶ ἐπέτυχες θείᾳ, δικαιοσύνῃ κοσμούμενος, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.