Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων καὶ τῶν νεκρῶν ὑπάρχεις.
Δολίαις μηχανώμενος, συλᾶν σε λαλιαῖς, Μάρτυς ἐχθρὸς ὁ παμπόνηρος, γέλως ὁρᾶται τῇ σοφίᾳ σου, ὁ σοφιστὴς κακίας κατασεσοφισμένος.
Ἐν ἅρματι αἰρόμενος, τῶν θείων ἀρετῶν, Ἔνδοξε τὸ ὕψος ἐπέφθασας, τοῦ μαρτυρίου καὶ κατέρραξας, τῶν πονηρῶν δαιμόνων, τὸ ἐπηρμένον θράσος.
Ἰδεῖν τὴν ὡραιότητα, παθῶν τοῦ Ἰησοῦ, Ὅσιε σαυτὸν καθωραΐσας, τοῦ μαρτυρίου ὡραιότησι, καὶ πρὸς αὐτὸν μετέβης, στεφθεὶς λαμπρῷ στεφάνῳ.