Οἱ θεορρήμονες παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱεροφάντωρ ἐδείχθης ὦ Προφῆτα, καὶ πρακτικῇ θεωρίᾳ, τοῖς ἀσωμάτοις συνέψαλλες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σὲ παμμακάριστε πάντες εὐφημοῦμεν, καὶ τῇ σεπτῇ πανηγύρει, σοῦ γεγηθότες κραυγάζομεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.