Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 16 Δεκεμβρίου 2011

ΠΑΤΕΡΑ ΤΟΝ ΑΝΑΡΧΟΝ ΠΙΣΤΩΣ


Πατέρα τὸν Ἄναρχον πιστῶς, σὺν Υἱῷ καὶ Πνεύματι, τὴν ἑνιαίαν Θεότητα, τρόμῳ δοξάσωμεν, ἐκ μὴ ὄντων πάντα εἰς τὸ εἶναι νεύματι, σαφῶς παραγαγόντα, κραυγάζοντας· Θεὲ ἀθάνατε, ἱκεσίαις τῆς Ὁσίας Σου, τὸν λαόν Σου οἴκτειρον ὡς εὔσπλαγχνος.

Υἱὸν γεννηθέντα ἐκ Πατρός, Πνεῦμά τε τὸ Ἅγιον ἐκπορευόμενον, ἅπαντες δοξολογήσωμεν, προσκυνοῦντες πίστει ὡς Θεὸν Παντάνακτα· λιταῖς τῆς σῆς Ὁσίας σου, οἰκτείρησον τοὺς σοὶ λατρεύοντας, σαρκωθεὶς ὁ Ὑπερούσιος, ὑπὲρ πάντων γηγενῶν, Ἀθάνατε.

Τὸ Πνεῦμά σου τὸ Ἅγιον σεπτῶς, πάντες προσκυνήσωμεν τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ὡς ὁμοούσιον, καὶ Υἱῷ ἀρρήτως, ἐπαναπαυόμενον, βοῶντες, τὸν λαόν σου ἐλέησον, θείαις δεήσεσι, τῆς Ὁσίας σου ὑπέρθεε, ἧς τὴν μνήμην, πιστῶς ἑορτάζομεν.

Τερπνὰ τὰ του βίου νουνεχῶς, σκῆπτρα βασιλείας τε, τῆς ἐπιγείου ὡς ἄθυρμα, ἡγήσω πάνσεμνε· τὸν Θεὸν τῶν ὅλων εὐσεβῶς, ποθήσασα, ἀκτῖσιν ἐναρέτων σου πράξεων, τούτου τετύχηκας, ὂν δυσώπει ῥῦσαι ἅπαντας τῶν κινδύνων, καὶ πάσης κολάσεως.

Δεῦτε τῶν πιστῶν τὸ σύστημα, δεῦτε εὐσεβῶν ἡ ὁμήγυρις, δεῦτε εὐφημήσωμεν πόθῳ, Θεοφανὼ τὴν πανσέβαστον. Αὔτη γὰρ σοφῶς τὰ σκῆπτρα, καὶ εὔκλειαν πρόσκαιρον, ἀντ’ οὐδενὸς ἡγησαμένη, τὰ οὐράνια ἐπόθησε, ἔρωτι σεβασμίῳ τοῦ Βασιλέως Χριστοῦ· καὶ ἐν κόσμῳ βιοῦσα, τοὺς ἐν ἐρήμοις, ὑπερήλασεν, ἀσκητικῶς βιοῦντας, τοῖς ἀκτῖσι τῶν ἐναρέτων αὐτῆς πραξεων· καὶ νῦν ἐν οὐρανῷ, τὸν παντάνακτα ἱκετεύει, ὑπὲρ τῶν ἐκτελούντων, τὴν ἱερὰν αὐτῆς πανήγυριν.

Ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.