Τῆς Ἐκκλησίας προστάτης Πάτερ γενόμενος, ὡς Εὐανθίας γόνος, τῆς θεόφρονος ὄντως, καὶ μύστης Ἀποστόλων ὡς ἀληθῶς, πρὸς τὸν Θεὸν ἐπιστρέφεις λαούς, τοὺς πρίν ἀφρόνως τὸ σέβας οἷα θεοῖς, ἀπονέμοντας τοῖς Δαίμοσιν.
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.
Τῶν ἐπιτόκων γυναίων Πάτερ κηδόμενος, ἐλευθερίαν δίδως, τῷ Ναῷ σου φοιτώσαις, εὔπλοιαν δὲ πάλιν ἄλλοις θερμῶς, ἐξαιτοῦσιν ἐπέδωκας, καὶ τοῖς νοσοῦσιν ὑγείαν σὺ χορηγεῖς, διαλάμπων ἐν τοῖς θαύμασι.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τοῦ Μαρτυρίου τοὺς ἄθλους στερρῶς ὑπήνεγκας, Ἀδριανοῦ μὴ πτήξας, τὰς δριμείας κολάσεις, ἔρωτι τοῦ Κτίστου ὅλους ἁλούς, Ἐλευθέριε πάνσοφε, καὶ τὴν τεκοῦσάν σε σύναθλον προσλαβών, ἀνελήλυθας γηθόμενος.
Τῆς ἱεραρχίας σου Ὅσιε Πάτερ, τὴν στολὴν ἐφοίνιξας, ταῖς ῥοαῖς τῶν αἱμάτων σου. Ἐν μέσῳ δὲ τοῦ σταδίου ἀνδρικῶς τελειωθέντα ἰδοῦσά σε, ἐπιπεσοῦσα ἠσπάζετο τὸ γλυκὺ τέκνον, ἡ καλῶς γεννησαμένη καὶ θρεψαμένη σε· διὸ καὶ τμηθεῖσα τῷ ξίφει, εἰς οὐρανίους θαλάμους μετὰ σοῦ συνεισῆλθεν. Ὢ μακαρίας Μητρός! ὢ μαστῶν ἱερῶν! οὓς ἐθήλασας μάκαρ Ἐλευθέριε, καὶ τῆς φύσεως τὸν Πλάστην ἐπέγνως. Σὺν αὐτῇ οὖν πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.