Ὁ Θεοφόρος καλούμενος ἀξίως, ὅτε ὁ Δεσπότης σε, μάκαρ, Ἰγνάτιε, ὡς συμπαθὴς ἠγκαλίσατο, φιλοσοφίας, τῆς ἀνωτάτω φαίνων τὰ δόγματα, τότε τὴν πολύφωτον αἴγλην εἰσδέδεξαι, καθάπερ σπόγγος τὰ νάματα ἐκ τῆς ἀβύσσου, τῶν φωτισμάτων ἀνιμησάμενος· ὅθεν κατ' ἴχνος ἠκολούθησας, τῷ καλοῦντι Χριστῷ τῷ Θεῷ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ τετρωμένος ἀγάπῃ τῇ τελείᾳ, ὅτε ὁ πρηστήριος, ἔρως ἀνέφλεγε, σοῦ τὴν ψυχὴν ἱερώτατε, πρὸς τὸν Δεσπότην, σὲ κατεπείγων Πάτερ πορεύεσθαι, τότε τὸν ἀοίδιμον λόγον ἐβόησας· Σῖτος ὑπάρχω τοῦ Κτίσαντος, καὶ δι' ὀδόντων, δεῖ με θηρίων πάντως ἀλήθεσθαι, ἵνα τῷ Λόγῳ καθαρώτατος, ἄρτος φανῶ τῷ Θεῷ ἡμῶν· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Συνεσταυρώθης Χριστῷ Ἱεροφάντορ, ὅτε τὸν θεόπνευστον λόγον ἀνέκραξας· Ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ κοινωνῆσαι, τούτῳ τοῦ πάθους λίαν ἐπείγομαι· ἐντεῦθεν Ἰγνάτιε, καθάπερ ἥλιος, ἀνατολῆς ἐξορμώμενος, ἐπὶ τὴν δύσιν, καταφωτίζων μάκαρ διέδραμες, καὶ βασιλείας διαδήματι, ἐκοσμήθης Χριστῷ προσαγόμενος· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Θεοφόρε Ἰγνάτιε, τὸν σὸν ἔρωτα Χριστὸν ἐνστερνισάμενος, μισθὸν ἐκομίσω, τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι δι' αἵματος· διὸ σῖτος γενόμενος τοῦ ἀθανάτου γεωργοῦ, δι ὀδόντων θηρίων ἠλέσθης, καὶ ἄρτος ἡδὺς αὐτῷ ἀνεδείχθης, πρέσβευε ὑπὲρ ἡμῶν, Ἀθλητὰ μακάριε.