Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλιανῆς, τῆς ἐν Νικομηδείᾳ.
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας μάρτυρος Ἰουλιανῆς.
Ἰουλιανῆς ἀγλάϊσμα τὸ ξίφος,
Ὡς προξενῆσαν ἀγλαὸν ταύτῃ στέφος.
Ἔκτανον εἰκάδι πρώτῃ Ἰουλιανὴν ἐρατεινήν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι πεντακόσιοι Μάρτυρες, οἱ ἐν Νικομηδείᾳ διὰ τῆς Ἁγίας Ἰουλιανῆς πιστεύσαντες, ξίφει τελειοῦνται.
Πεντακοσίους εἶδεν ἐκτετμημένους,
Ἡ Νικομήδους Μάρτυρας νικηφόρους.
Τῇ αὐτῇ ἡμέρᾳ, Αἱ Ἅγιαι ἑκατὸν τριάκοντα γυναῖκες αἱ ἐν Νικομηδείᾳ, ξίφει τελειοῦνται.
Σὺν πενταπλῇ προὔτεινεν εἰκάδι ξίφει,
Τριπλῇ γυναικῶν μαρτύρων δεκὰς κάρας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Θεμιστοκλέους.
Τὰς ἐκ σιδηρῶν ὀξέων ἥλων ξέσεις,
Ὥς τις σιδηροῦς καρτερεῖς Θεμιστόκλεις.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.