Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους φιλάνθρωπε· κἀμέ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.
Σωτηρίους θεράποντας, εὐεργέτας θεόφρονας, Κοσμᾶν καὶ Δαμιανὸν τοὺς θείους, προθύμως τιμήσωμεν.
Σωφροσύνην τηρήσαντες, καὶ φρονήσει κοσμούμενοι, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεῖοι, Χριστῷ συναγάλλονται.
Ὁμοφρόνως οἰκήσαντες, ὁμοψύχως ἀσκήσαντες, ὁμοῦ τὰς ἰάσεις βραβεύειν, ἡμῖν ἐπιστεύθητε.