Τίς σου τῶν ἐπιγείων, ἐξισχύσειε, Νεῖλε, εἰπεῖν τῆς πολιτείας τὰ ἆθλα, καὶ τοῦ βίου σου τοὺς ἀμέτρους μόχθους, καὶ πολλοὺς κόπους σου, οὓς ἐπὶ γῆς ὡς ἄσαρκος ἐτέλεσας; ἀλλ' ὅμως ἴδε, οὕτω σοι κράζω·
Χαίροις, Θεοῦ ποταμὲ χαρίτων, χαίροις, Χριστοῦ διδαγμάτων πλημμύρα.
Χαίροις, τῆς σοφίας κρατὴρ καὶ τῆς γνώσεως, χαίροις, ἀθανάτων φυτῶν τὸ γεώργιον.
Χαίροις δόγμα πρακτικώτατον θεοπνεύστων λογίων, χαίροις, νόμου ἐμπειρότατε θεοσδότου ἑρμηνεύς.
Χαίροις, τοῦ νοουμένου Παραδείσου φυτουργέ, χαίροις, τῆς παρθενίας φυλακτήριον μέγα.
Χαίροις, τερπνὴ κιθάρα τοῦ Πνεύματος, χαίροις, παθῶν ῥιζοτόμος μάχαιρα.
Χαίροις, ἀνδρῶν δικαίων τὸ ἔρεισμα, χαίροις, πιστῶν γηγενῶν ὁ προστάτης.
Χαίροις, Πάτερ παγκόσμιε.