«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι,φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,ταύτης τὰ θαύματα».
Τῆς πίστεως ἔρεισμα, τῆς Ἐκκλησίας διδάσκαλον, καὶ στῦλον ἀκράνδαντον ὁμολογίας σε, καὶ πολύφωτον, τῆς χάριτος φωστῆρα, καὶ στόμα πυρίπνοον, Παῦλε κηρύττομεν.
Ὁ Παῦλος ὁ μέγιστος, τῆς οἰκουμένης ὁ ἥλιος, Τρισμάκαρ προβάλλεται, σὲ Παῦλον δεύτερον, ὡς πῦρ φλέγοντα, εὐτόνως τὰς αἱρέσεις, καὶ πέλεκυν κόπτοντα, τήν ἀθεότητα.
Νομίμως ἠγώνισαι, προκινδυνεύων θεσπέσιε, τοῦ θείου κηρύγματος, ὡς Ἱεράρχης πιστός, καὶ κατέπνιξας, νευραῖς τῶν σῶν δογμάτων, ὡς θῆρα τὸν Ἀρειον, τὸν ματαιόφρονα.