Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Ὅλον ἐμαυτόν, προσάγω Θεσπέσιε, τῇ θείᾳ σκέπη σου· ὡς Ἱερομάρτυς δέ,τὴν ἐξουσίαν λύειν τὰ πταίσματα, παρὰ Χριστοῦ δεξάμενος, ἐμῶν σφαλμάτων σειράς, διαρρήξας, σῶσόν με πρεσβείαις σου, καὶ τῷ θείῳ φωτὶ καταλάμπρυνον.
Νέος πεφηνώς, τῷ ζήλῳ πυρούμενος Παῦλος πανάριστε, τῶν ἐν Παραδείσῳ νῦν, ἀρρήτων λόγων Πάτερ ἀκήκοας, ὡς κοινωνὸς τῶν τρόπων γάρ, τῆς ἀναρρήσεως, συμμετέσχες, στέφανον δεξάμενος, βασιλείας Χριστοῦ εὐπρεπέστατον.
Ὥς τις ἀριστεύς, ἐφάνης κατήγορος, πάσης αἱρέσεως· τῆς ὀρθοδοξίας δέ, ἱερομάρτυς θεῖος συνήγορος, μαρμαρυγαῖς τῆς χάριτος, ἠγλαϊσμένος σαφῶς, καὶ τῇ αἴγλῃ, Παῦλε παναοίδιμε, τῆς ἀκτίστου Τριάδος λαμπόμενος.