Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
Κάλλους νοητοῦ, ἐδέξω διάδημα, θεῖον Ἀπόστολε, καὶ τῆς βασιλείας δέ, εὐπρεπεστάτῳ στέφει κεκόσμησαι, χειρὶ τοῦ Παντοκράτορος, καὶ διαλάμπεις σοφέ, σὺν Ἀγγέλοις, θρόνῳ παριστάμενος, τοῦ Δεσπότου Χριστοῦ παμμακάριστε.
Ξύλου τῆς ζωῆς, ἀξίως τετύχηκας, κήρυξ τοῦ ζῶντος Θεοῦ, εὐαγγελισάμενος, ζωῆς τῷ κόσμῳ θείαν ἐπίσκεψιν· τῷ γὰρ φυτῷ τῆς γνώσεως, οὐ διεφθάρης τὸν νοῦν, διαμείνας, ἄσειστος ἀκράδαντος, Ἐκκλησίας κρηπὶς παμμακάριστε.
Νύμφην τοῦ Χριστοῦ, ἐνθέως ἐκόσμησας, Εὐαγγελίῳ σου, ὥσπερ διαδήματι, τὴν Ἐκκλησίαν θεομακάριστε, καὶ νῦν τὴν θείαν μνήμην σου, πανηγυρίζει φαιδρῶς, ἥν ῥυσθῆναι, πάσης περιστάσεως, καὶ κινδύνων δεινῶν καθικέτευε.