Παῦλος ὁ θεσπέσιος, σὲ μιμητὴν προχειρίζεται, ὁμωνύμως καλούμενον, καὶ τρόποις κοσμούμενον, τοῖς αὐτοῦ Παμμάκαρ, καὶ θεοσεβείᾳ, καὶ τῇ ἀνδρείᾳ τῆς ψυχῆς, καὶ καρτερίᾳ τῶν περιστάσεων, καὶ ζήλῳ πυρακτούμενον, Ὀρθοδοξίας ὑπέρμαχε, ᾧ καὶ νῦν συνδεδόξασαι, οὐρανίοις σκηνώμασιν.
Ἄρειον τὸν ἄθεον, καὶ δυσσεβῆ Μακεδόνιον, ταῖς στερραῖς τῶν δογμάτων σου, νευραῖς ἀπηγχόνισας· τῷ ὀρθῷ δὲ λόγῳ, τῆς διδασκαλίας, τῶν Ὀρθοδόξων τὴν πληθύν, Ἱερομύστα μάκαρ ἐστήριξας· διό σου τὴν ὑπέρλαμπρον, ὁμολογίαν δεξάμενος, βασιλείας ἀνέδειξε, κοινωνὸν ὁ Φιλάνθρωπος.
Δρόμον ἐκτελέσαντα, σὲ καὶ τὴν πίστιν τηρήσαντα, Ἱεράρχα μακάριε, Χριστὸς ἐστεφάνωσε, τῷ λαμπρῷ στεφάνῳ, τῆς δικαιοσύνης, καὶ κατελάμπρυνε τὴν σήν, ὁμολογίαν ἀξιοθαύμαστε· διὸ τὴν ἐπουράνιον, κληρονομίαν δεξάμενος, τὸν Σωτῆρα δυσώπησον, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Παῦλε παμμακάριστε, ὁμολογίας ἐπώνυμε, τῶν θερμῶς εὐφημούντων σε, προστάτης γενόμενος, ἐκ παντὸς κινδύνου, πάσης ἁμαρτίας καὶ καταιγίδος τῶν παθῶν, καὶ τυραννίδος Πάτερ διάσωσον·ὡς Μάρτυς γὰρ ἀήττητος, καὶ Ἱεράρχης εὐπρόσδεκτος, παρρησίαν σὺ κέκτησαι, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν.