Ὁ τοῦ Κυρίου τὴν ζῶσαν ἐζωσμένος, μυρίπνοον νέκρωσιν ἐν τῇ σαρκὶ αὐτοῦ, Λάζαρος ἄλλος καὶ φίλτατος, ἐκ τῶν ἱδρώτων, αὐτοῦ καὶ πόνων ἔτι ἀτμίζουσαν, στολήν περικείμενος, νῦν ἡμῖν πρόκειται, εἰς πανδαισίαν ἀδάπανον, καὶ εὐφημίαν· Δεῦτε συμφώνως τοῦτον τιμήσωμεν, ὡς τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, οἰκονόμον πιστόν καὶ θεράποντα, Μοναζόντων τὰ πλήθη, φιλεόρτων τὰ συστήματα.
Ὡς ἐν θαλάμῳ φωτὸς πεπληρωμένῳ, τῷ στύλῳ παρέμεινας, ὦ ἱερώτατε, κύκλῳ δὲ τούτου παρέστησας, ὥς περ ἐνόπλους, ὑπασπιστὰς τὰς πράξεις σου Ὅσιε, ἐναποτειχίζοντας παρεμβολὰς τῶν παθῶν, ἐν τῷ νυμφῶνι δὲ ἢλασας, τῷ θείῳ μάκαρ, ἐν παρρησίᾳ νῦν παριστάμενος, τῷ σῷ νυμφίῳ καὶ Θεῷ ἡμῶν, τῇ αὐτοῦ ἐντρυφῶν ὡραιότητι· ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ ἐξ ὀσφύος μητρὸς ἡγιασμένος, ὁ ὅσιος Λάζαρος τὸ τοῦ Χριστοῦ καθαρόν, θῦμα καὶ θύτης γενόμενος, εἰς εὐωχίαν, τῆς αὐτοῦ Μνήμης νῦν συνεκάλεσε, τοὺς πάντας ἐν Πνεύματι εὐωδιάζων σαφῶς· Δεῦτε λοιπὸν καὶ συνδράμωμεν, καὶ εὐλογίας, ἐκ τῶν τιμίων τούτου μετάσχωμεν, θείων λειψάνων, καὶ δοξάσωμεν, τὸν ἐν ἁγίοις Χριστόν τὸν Θεὸν ἡμῶν, θαυμαζόμενον ὄντως, καὶ αὐτοῖς ἀναπαυόμενον.