Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 15 Νοεμβρίου 2011

ΑΒΙΒΟΣ Ο ΠΑΝΣΟΦΟΣ


Ἄβιβος ὁ πάνσοφος, καὶ Σαμωνᾶς ὁ θαυμάσιος, καὶ Γουρίας ὁ ἔνδοξος, κοινὴν συστησάμενοι, τοῖς πιστοῖς χορείαν, ἐν ἀγαλλιάσει, νῦν συγχορεύουσιν ἡμῖν, οἱ Ἀθλοφόροι καὶ συνευφραίνονται· ψυχαῖς ταῖς τῶν Μαρτύρων γάρ, παρὰ Θεοῦ τοῦτο δέδοται, τὰ ἐνταῦθα γινόμενα, νοερῶς ἐνοπτρίζεσθαι.

Πόνους ὑπομείναντες, τῶν ἀφορήτων κολάσεων, καὶ γενναίως ἀθλήσαντες, Τριάδος ἰσάριθμοι, Σαμωνᾶ Γουρία, καὶ' Ἄβιβε μάκαρ, τῆς αἰωνίου καὶ τερπνῆς, κατατρυφᾶτε νῦνἀπολαύσεως, καμάτων τὴν ἀντίδοσιν, ἀντιμετροῦντος ὑμῖν Χριστοῦ, ὃν θερμῶς ἱκετεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μονάδα τρισάριθμον, ὁμολογήσαντες Ἅγιοι, τῶν Ἑλλήνων ἐλύσατε, πολύθεον φρόνημα, καὶ μωρὰν σοφίαν, τῇ νομιζομένῃ, μωρίᾳ εἶναι παρ' αὐτοῖς, Σταυροῦ δυνάμει μακαριώτατοι, ὑφ' οὗ ἐνδυναμούμενοι, τὰς χαλεπὰς τῶν κολάσεων, ὑπεμείνατε μάστιγας, θαρσαλέῳ φρονήματι.

Ὅρμον πρὸς ἀκύμαντον, καὶ πρὸς ζωὴν ἀστασίαστον, καὶ λιμένα πανεύδιον, Ἀθλοφόροι Μάρτυρες, προσκεχωρηκότες, τὸ διαιωνίζον, τῆς ἀπαθοῦς διαμονῆς, καὶ διαρκούσης νῦνἀντηλλάξασθε, τῶν πόνων τὴν ἀντίδοσιν, καὶ τῶν καμάτων τὰ ἔπαθλα, ἐκ Θεοῦ κομισάμενοι, ἐπαξίως Μακάριοι.