Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Ἡ σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν Ἀσωμάτων Δυνάμεων.
Τῇ Η' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ λοιπῶν καὶ Γαβριήλ, καί των ἁγίων ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων.
· Ἐβουλόμην σοι, Μιχαήλ, ᾄσμα πρέπον
· ᾎσαι πρεπόντως, ἀλλ' ἄϋλον, οὐκ ἔχω.
· Ὀγδόη οὐρανίης κυδαίνει τάξιος Ἀρχούς.
Εἰς τὴν Σύναξιν τῶν ἐννέα Ταγμάτων, Σεραφίμ, Χερουβίμ, Θρόνων, Κυριοτήτων, Ἐξουσιῶν, Ἀρχῶν, Δυνάμεων, Ἀρχαγγέλων καὶ Ἀγγέλων.
· Ἐπάξιόν τι Ταγμάτων τῶν ἐννέα
· Τὶς ἂν γόνος φθέγξαιτο μηνῶν ἐννέα;
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.