Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 1 Σεπτεμβρίου 2011

... O ΤΗΝ ΠΕΡΙΓΕΙΟΝ ΛΗΞΙΝ...

Ὁ κατ' ἀρχὰς δημιουργήσας τὰ σύμπαντα, καὶ ἑνὶ ἑκάστῳ οἰκείαν τάξιν θέμενος, μὴ παρίδῃς τά ἔργα τῶν χειρῶν σου, ἀλλ’ ἱλέῳ ὄμματι, ἐξ οὐρανοῦ ἐπίβλεψον, Κύριε, ἐπὶ τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν κατὰ τὸ θέλημά σου, πᾶσαν φθοροποιὸν ἐπίνοιαν, καὶ πάντα λυμεῶνα, ἐξ αὐτῆς ἀποτρέπων· σὺ γὰρ εἶ ὁ ποιμὴν ἡμῶν, καὶ ῥύστης καὶ σωτὴρ ἡμῶν, καὶ τὴν παρὰ σοῦ ἐκδεχόμεθα βοήθειαν, ἐν ἐλέει καὶ οἰκτιρμοῖς, δοξάζοντές σε, Δεσπότα.
Ὁ τὴν περίγειον λῆξιν, περιχαρακώσας Κύριε, καὶ τῷ περιβάλλοντι διαζώματι, ἀσφαλισάμενος αὐτήν, ῥῦσαι βλάβης καὶ καταφορᾶς, τὴν σύστασιν αὐτῆς Δέσποτα· σὺ γὰρ θησαυρὸς ἰσχύος, καὶ πηγὴ τῆς ζωῆς, καὶ τῷ σῷ νεύματι, πάντα λειτουργεῖ καὶ ὑπείκει, ὡς δοῦλα σὰ Κύριε. Διὸ δὸς ἡμῖν τὰ ἐλέη σου, καὶ ἀπότρεψον ἀφ' ἡμῶν πᾶσαν καταστροφὴν καὶ σῶσον τάς ψυχὰς ἡμῶν, ὡς φιλάνθρωπος.
Ἀπειλαὶ καὶ μάστιγες καὶ ὄλεθρος, ἐπισείονται ἡμῖν Κύριε, διὰ τὸ πλῆθος τῶν ἀνομιῶν ἡμῶν· ἡμάρτομεν γάρ, ἠνομήσαμεν καὶ ἐμακρύνθημεν ἀπὸ σοῦ, καὶ δεινοῖς συνεσχέθημεν καὶ ἐταζομεθα. Ἄλλὰ ῥῦσαι ἡμᾶς, Κύριε, ἐπερχομένων κινδύνων, καὶ τῆς γῆς τὴν σύστασιν ἀδιαλώβητον φύλαττε, πνοὰς ἀνέμων ὁμαλάς, καὶ πηγὰς ὑδάτων ἀειρύτους παρέχων, εἰς περιποίησιν ἡμῶν καὶ σωτηρίαν φιλάνθρωπε.
Ὁ τῆς γῆς τὸν γῦρον κατέχων, καὶ τὰ θεμέλια αὐτῆς στερεῶν, ὥς φησιν ὁ προφήτης, πρόσδεξαι ἡμῶν Κύριε τάς ἱκετηρίους δεήσεις, ὡς κηδεμὼν καὶ προνοητὴς καὶ Σωτὴρ ἡμῶν· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ προσδοκωμένων κινδύνων ῥυσθησόμεθα, ἐν τῷ ἀπείρῳ ἐλέει σου· μὴ οὖν Δέσποτα ἐκτρίψῃς ἡμᾶς, ἀλλὰ σοῦ ἡ ἀγαθότης νικησάτω τὸ πλῆθος τῶν ἀνομιῶν ἡμῶν, ἵνα πάντες δοξάζωμεν, τῶν οἰκτιρμῶν σου τὸ πέλαγος.