Ὁ ἐκ μὴ ὄντων τὰ πάντα καθυποστήσας Χριστέ, καὶ δοὺς ἑνὶ ἑκάστῳ, ἐν σοφίᾳ ἀρρήτῳ, τελεῖν ἀπαρεγκλίτως ὃν ἐν ἀρχῇ, σκοπὸν ἔθου φιλάνθρωπε, πᾶσαν τὴν κτίσιν εὐλόγει ὡς δυνατός, ἣν Σωτὴρ ἐδημιούργησας.
Πᾶσι τοῖς ἔθνεσι δίδου εἰρήνην Κύριε, καὶ σύνεσιν ἐν πᾶσιν, ὡς ἂν ἥσυχον βίον, διάγωμεν καὶ πάντοτε συντηρεῖν, τοὺς σοὺς νόμους οὓς ἔθηκας, πάσῃ τῇ κτίσει πρὸς ἄτρεπτον συνοχήν, καὶ κυβέρνησιν τοῦ σύμπαντος.
Τὸ περιβάλλον στοιχεῖον τὴν γῆν φιλάνθρωπε, δι' οὗ τῇ σῇ βουλήσει, οἱ τὴν γῆν ἐνοικοῦντες, ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ἀσινὲς διαφύλαξον, ὡς ἂν ῥυσθῶμεν ὀλέθρου καὶ συντριβῆς, οἱ ἀνάξιοι ἱκέται σου.
Περιχαράκωσον Σῶτερ τὴν κτίσιν ἅπασαν, τῇ κραταιᾷ ἰσχύϊ, τῆς σῆς φιλανθρωπίας, καὶ τῆς ἀπειλουμένης ῥῦσαι φθορᾶς, τὴν περίγειον οἴκησιν ὅτι εἰς σὲ τάς ἐλπίδας ἡμῶν Χριστέ, ἀνεθέμεθα οἱ δοῦλοι σου.
Τὰς πονηρὰς ἐπινοίας Σῶτερ διάλυσον, ἂς ἀνοήτῳ γνώμῃ, καθ' ἡμῶν μηχανῶνται, καὶ ἅπασαν ἀπότρεπε ἐκ τῆς γῆς, ὀλεθρίαν ἐπίδρασιν, ἔργων χειρῶν ἀνθρωπίνων τῶν τὴν φθοράν, τεκταινόντων εἰς ἀπώλειαν.
Ὁ περιβάλλων τὴν κτίσιν νεφέλαις Κύριε, κατὰ Δαβὶδ τὸν θεῖον, τὸ τῆς γῆς περιβάλλον, συντήρησον ὡς ἔκτισας ἀπ' ἀρχῆς, εἰς βροτῶν περιποίησιν, καὶ τὴν πνοὴν τῶν ἀνέμων δίδου ἡμῖν, καὶ ὑδάτων τὴν ἀνάβλυσιν.
Παντοκράτορ Κύριε, ὁ τὰ πάντα ἐν σοφίᾳ δημιουργήσας, καὶ συντηρῶν καὶ διέπων, παντοδυνάμῳ σου χειρί, εὐστάθειαν παράσχου, ὡς ἂν πᾶσαν τὴν κτίσιν καλῶς πορεύεσθαι, καὶ ἀλώβητον διαμένειν, ταῖς ἐναντίαις ποιότησι· σὺ γὰρ Δέσποτα ἐνετείλω, ἀκλόνητα διαμένειν τὰ ἔργα τῶν χειρῶν σου, ἄχρι τερμάτων αἰῶνος• ὅτι σὺ εἶπας καὶ ἐγένοντο, καὶ τὸ παρὰ σοῦ ἐκδέχονται ἔλεος, πρὸς ἀποτροπὴν παντὸς κακοῦ, καὶ σωτηρίαν τοῦ ἀνθρωπίνου γένους, τοῦ δοξάζοντος τὸ σὸν ὑπερύμνητον ὄνομα.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς• οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.