Μαρτύρων χορείαν ἀψευδῶν, συγκροτουμένην λαμπρῶς, θεσμοῖς τῆς φύσεως, καὶ λόγῳ πίστεως, ἅπαντες, εὐσεβῶς νῦν εὐφημήσωμεν, ὡς εὐσεβείας ἐραστάς, καὶ πίστει μέλψωμεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὡραίως ἡνώθητε σεπτοί, διαιρεθέντες πρίν, προνοίᾳ μείζονι, οἰκείοις αἵμασι βάψαντες, τὴν πορφύραν τῆς νυμφεύσεως, καὶ πρὸς οὐράνιον θερμῶς, παστάδα σπεύδοντες, καὶ βοῶντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Καρπὸν τῆς κοιλίας εὐσεβῶς, Θεῷ προσήγαγες, μάκαρ Εὐστάθιε, καὶ τὴν ὁμόζυγον χαίρουσαν· κοινωνοὺς γὰρ τῆς ἀθλήσεως, τοὺς ἐκ τῆς φύσεως Χριστῷ, ψάλλοντας εἴληφας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.