Τῆς παγκοσμίου τῷ κόσμῳ, χαρᾶς ἀνέτειλαν, αἱ νοηταὶ ἀκτῖνες, προμηνύουσαι πᾶσι, τὸν ἥλιον τῆς δόξης, Χριστὸν τὸν Θεόν, ἐν τῇ γεννήσει σου Ἄχραντε· σὺ γάρ μεσῖτις ἐδείχθης τῆς ἀληθοῦς, εὐφροσύνης τε καὶ χάριτος.
Ἡ προεόρτιος αὕτη, δόξα σου Ἄχραντε, προκαταγγέλλει πᾶσι, τὰς τῆς σῆς εὐμενείας, λαοῖς εὐεργεσίας· σὺ γὰρ τῆς νῦν, εὐφροσύνης ἡ πρόξενος, καὶ τῆς μελλούσης αἰτία χαρὰς ἡμῖν, καὶ τρυφῆς θείας ἀπόλαυσις.
Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή,