Γηθόμενοι σήμερον, μετ’ εὐφροσύνης ὑμνήσωμεν, τὸ θεῖον γενέθλιον, τῆς Θεομήτορος· καὶ γὰρ τέτοκε, χαρὰν τῇ οἰκουμένῃ, λύπην Προμήτορος ἐξαφανίσασα.
Ἐκ στείρας προέρχεται, τῆς ἁμαρτίας ἡ στείρωσις, ἣν νόμος προέγραψε, καὶ τὰ κηρύγματα, προεδήλωσαν, τῶν θείων θεηγόρων, ἡ πάναγνος Δέσποινα, καὶ παναμώμητος.
Ναὸς καὶ παλάτιον, τοῦ Βασιλέως γεγένησαι, ἐν ᾧ τὴν κατοίκησιν αὐτοῦ ποιούμενος, οἰκητήριον, τῆς Ἁγίας Τριάδος, πιστοὺς ἀπεργάσεται ὁ ὑπερούσιος.
Νυμφὼν ὡραιότατος, θρόνος Θεοῦ ὑψηλότατος, ἐδείχθης Θεόνυμφε, ἐν ᾧ καθίσας σαρκί, τοὺς καθημένους, ἐν σκότει ἀπωλείας, ἐγερεῖ πρὸς γνώσεως, φῶς ἀγαθότητι.