Γυναικείῳ ἐν σώματι, καὶ ἀνδρείῳ ἐν σχήματι, ἀνδρικὰ διήνυσας ἀγωνίσματα, μέσον ἀνδρῶν κατοικήσασα, καὶ πάθη μειώσασα, καὶ ὁρμὰς τῶν ἡδονῶν, παντελῶς χαλινώσασα, ταῖς ἀσκήσεσι, τῇ συντόνῳ δεήσει Θεοδώρα, καὶ ταῖς θείαις πρὸς τὸ θεῖον, καὶ ἀνενδότοις σου νεύσεσιν.
Ὑπὸ γῆν σε ὁ ἥλιος, ὑποδὺς οὐχ ἑώρακε, πλημμελοῦσαν· ἔγνω δὲ σε ὁ ἄδυτος, καρδιογνώστης καὶ Κύριος, ὁ βλέπων τὰ κρύφια, καὶ κατηύγασε φωτί, μετανοίας τὰ ὄμματα, τῆς καρδίας σου· ὅθεν ἔσπευσας τοῦτον θεραπεῦσαι, ἐπιμόνῳ ἐγκρατείᾳ, καὶ ἀρετῶν τελειότητι.
Tοῦ ἐχθροῦ τὰ σοφίσματα, μηδαμῶς ἀγνοήσασα, ὅπερ οὐκ ὠδίνησας στέργεις νήπιον, καὶ πατρικοῖς σπλάγχνοις ἔνδοξε, ἐκτρέφουσα ἔφερες, εὐσεβεῖ τῷ λογισμῷ, τὸ ἀνθρώπινον ὄνειδος, τὴν ἀνύποιστον, ἐπιτίμησιν ὄντως Θεοδώρα· διὰ τοῦτο τὴν σεπτήν σου, ἐπιτελοῦμεν πανήγυριν.
Ἀρεταῖς πυρσευόμενος, εὐσεβείᾳ κοσμούμενος, Ἱεράρχης ἔνθεος ἐχρημάτισας· καὶ ὡς πολύφωτος ἥλιος, τὸν κόσμον διέδραμες, κατασπείρων πανταχοῦ, τὸ τῆς κτίσεως κήρυγμα, τὴν ἀπάτην δέ, ἐκριζῶν τῇ δρεπάνῃ τῆς σῆς γλώττης, Ἱεράρχα θεοφόρε, μεγαλοκήρυξ Αὐτόνομε.
Πρὸς ἐπίπονα σκάμματα, πρὸς ἀνδρεῖα παλαίσματα, πρὸς πληγὰς καὶ θάνατον, προσεχώρησας· ταῖς γὰρ νιφάσι χωννύμενος, τῶν λίθων Αὐτόνομε, καὶ χρησάμενος αὐτοῖς, ὡς βαθμίσι καὶ κλίμαξιν, ἀνελήλυθας, πρὸς Θεὸν στεφανίτης, καὶ συνήφθης, στρατιαῖς τῶν Ἀσωμάτων, ὑπὲρ τοῦ κόσμου δεόμενος.
Τὴν στολήν σου ἐν αἵματι μαρτυρίου ἐτέλεσας, λαμπροτέραν χάριτι θείου Πνεύματος, καὶ νοερῶς εἰς τὰ Ἅγια, τὰ ἄνω ἀνέδραμες, ἔνθα πρόδρομος ἡμῶν, Ἰησοῦς εἰσελήλυθε, νίκης στέφανον, πρὸς Θεοῦ δεδεγμένος, μετὰ πάντων, τῶν ἐν αἵματι Τιμίῳ, τελειωθέντων Αὐτόνομε.
Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν, ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀκάρπου παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τῶν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ ἀσπόρου γαστρός, ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθών, κεκλεισμένην διεφύλαξε, καὶ πάντα σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτος, πᾶσι τοῖς ἀνθρώποις σωτηρίαν ἀπειργάσατο.