Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ
Ἡ Ἀπόδοσις τῆς ἑορτῆς.
Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.
Τῆ ΙΒ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῶν τιμίων ξύλων, καὶ ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Αὐτονόμου.
Θῦμα τραπέζῃ προὐτέθη τῇ σῇ Λόγε,
Θύτης σὸς Αὐτόνομος, ἐκθανὼν λίθοις.
Αὐτόνομος δὲ λίθοις δυωκαιδεκάτῃ κατελεύσθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κουρνούτου, Ἐπισκόπου Ἰκονίου.
Κλέους καταγνοὺς τοῦ παρόντος Κουρνοῦτος,
Ξίφει τὸ μέλλον ἐμπορεύεται κλέος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Ἀλεξανδρείας.
Τμηθεὶς κεφαλὴν Θεόδωρος ἐκ ξίφους,
Θεοῦ μετέσχε δωρεῶν φερωνύμως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Γαλατίᾳ.
Ἀσκητικοῖς ἱδρῶσι συμμίξας ἄθλους,
Ἰουλιανὸς διττὰ τὰ στέφη λάβῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Aγίων Μαρτύρων Μακεδονίου, Τατιανοῦ, καὶ Θεοδούλου, καὶ μνήμη τοῦ Ὁσίου Δανιὴλ τοῦ ἐν τῷ Θασίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ὠκεανὸς πυρὶ τελειοῦται.
Τὸν Ὠκεανὸν ἥλιον λαμπρὸν νόει,
Εἰς Ὠκεανὸν τὴν πυρὰν λελουμένον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.