Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 9 Ιουνίου 2011

ΟΛΟΝ ΜΕ ΧΡΙΣΤΕ, ΠΡΟΣΛΑΒΟΜΕΝΟΣ ΑΦΡΑΣΤΩΣ

Ὅλον με Χριστέ, προσλαβόμενος ἀφράστως, ὅλῳ μοι τῇ σῇ συνεκράθης θείᾳ φύσει, φυρμὸν οὐχ ὑπομείνας, οὐ τροπήν, οὐ διαίρεσιν. Δόξα τῇ φρικτῇ σου καταβάσει, τῷ πάθει καὶ τῇ ἀναστάσει, τῇ ἀναβάσει τε, δι' ὧν ἡ πρὶν χαμαιρριφής, ἀνύψωται φύσις ἡμῶν.
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως
Ὑμεῖς ἵνα τί, βλεφαρίδας ἀνυψοῦτε, καὶ θαμβητικῶς τὸν ἀόρατον ὁρᾶτε; οἱ Ἄγγελοί σου Σῶτερ ἀνεβόων τοῖς Μύσταις σου· οὗτος ὁ ἐν δόξῃ ἀναβαίνων, ὡσαύτως ἥξει σαρκοφόρος, πνοὴν ἅπασαν, κρῖναι δικαίοις ἐν ζυγοῖς, Θεὸς ὢν καὶ ἄνθρωπος.
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος
Θρήνου καὶ χαρᾶς, ὁ χορὸς τῶν Μαθητῶν σου, ἐπὶ τῇ σεπτῇ, Ἀναλήψει σου Σωτήρ μου, ἑστὼς ἐν μεταιχμίῳ, ἐν τῷ ὄρει φιλάνθρωπε, Δέσποτα μὴ λίπῃς, ἀνεβόων, ὠρφανισμένους σοὺς οἰκέτας· ἀλλ' ἀπόστειλον, Πνεῦμα τὸ θεῖον, τὰς ψυχὰς φωτίζον τῶν δούλων σου.
Ἀνελήφθης ἐν δόξῃ, ἀπὸ γῆς εἰς οὐρανούς, ὁ πάντα πληρῶν τῇ Θεότητι, καὶ ἐν δεξιᾷ Πατρὸς ἐκάθισας, ὁ ἐν ἀρχῇ Θεὸς Λόγος· ὅθεν αἱ οὐράνιαι δυνάμεις ὁρῶσαι, τοῖς Ἀποστόλοις ἔμφοβοι ἔλεγον· Τίνι ἀτενίζετε, βλέποντες εἰς τὸν οὐρανόν; οὗτος, ὃν ἐθεάσάσθε, αὐτὸς πάλιν ἐλεύσεται μετὰ δόξης, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε Κύριε, δόξα σοι.