Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 10 Ιουνίου 2011

ΤΡΙΑΔΟΣ ΤΗΝ ΕΛΛΑΜΨΙΝ ΔΥΑΣ, ΑΘΛΗΤΩΝ ΠΛΟΥΤΗΣΑΣΑ

Τριάδος τὴν ἔλλαμψιν δυάς, Ἀθλητῶν πλουτήσασα, ἀνδρειοτάτως ἐνήθλησε, θεῖος Ἀλέξανδρος, σὺν τῇ Ἀντωνίνῃ, βάσανα πολύπλοκα, ὁμοῦ διὰ Χριστὸν ὑπομείναντες, ᾧ νῦν πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Διπλοῦν στέφος εἴληφας σαφῶς, Ἀντωνῖνα πάνσεμνε, ἁγνείας τε καὶ ἀθλήσεως, ἐχθροῦ νικήσασα, τὰς μηχανουργίας, καὶ πρὸ τῆς ἀθλήσεως, καὶ πάλιν ἐν καιρῷ τῶν ἀγώνων σου, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἐν ξύλῳ ὑψούμενοι σοφοί, χεῖράς τε κοπτόμενοι, καὶ ταῖς λαμπάσι φλεγόμενοι, καὶ σπαθιζόμενοι, καὶ ἐν κατωτάτῳ, λάκκῳ συγχωννύμενοι, καὶ τέλος ἐν αὐτῷ τὸ μακάριον, ὑποδεχόμενοι, Ἀθλοφόροι ἀξιάγαστοι, τὸν τῶν ὅλων, Θεὸν οὐκ ἠρνήσασθε.
Πανάγιον τέμενος Θεοῦ, οὐρανῶν πλατύτερον, καὶ Χερουβὶμ ἁγιώτερον, θεοχαρίτωτε, Παναγία Κόρη, τὸν νοῦν μου χαρίτωσον, καὶ φώτισον καρδίας τὰ ὄμματα, παρεχομένη μοι, εὐπροσδέκτοις μεσιτείαις σου, τῶν πταισμάτων, τὴν ἄφεσιν δέομαι.