Στόματι καὶ ψυχὴ καὶ νοΐ, τὸν ἐκ χοὸς πλαστουργικῶς καὶ τοῦ πτύσματος, ὀμμάτων τὰς κόρας δόντα, καὶ τὸν κοινὸν φωτισμόν, ὁ τὸ πρὶν τυφλώττων ὡμολόγησε, κτισμάτων παγκόσμιον, προβολέα καὶ πρύτανιν, δι' οἶκτον μόνον, βροτωθέντα τοῦ πλάσματος, καὶ ἐκήρυττεν, ὡς Θεὸν παντοδύναμον· οὗ Γραμματεῖς τὸν ζῆλον, καὶ τὴν πρὸς τούτους διάλεξιν, ὅλως μὴ φέροντες βλέπειν, ἀποσυνάγωγον κρίνουσι, τυφλώττοντες πλέον, τοῦ ποτὲ τυφλοῦ τὰς κόρας, ψυχῇ καὶ σώματι.
Τρόπαιον ἀριστείας τυφλός, κατὰ βλεπόντων κατὰ κράτος ἐξήρατο· τὸν Κτίστην καὶ γὰρ τὸν τούτου, καὶ πλαστουργὸν τοῦ παντός, καὶ τυφλὸς ὑπάρχων ἐθεάσατο, ἰδὼν τὴν ὀμμάτωσιν, τὴν πλασθεῖσαν ἐκ πτύσματος, καὶ ταύτῃ μόνῃ, ἐπιγνοὺς τὸν φωτίσαντα, καὶ Υἱὸν Θεοῦ, καὶ Δεσπότην παγκόσμιον· ὃν οἱ ὁρῶντες φθόνου, κακίᾳ τυφλώττοντες, ὅλως οὐκ εἶδον, καὶ ταῦτα, πολλαπλασίονα βλέποντες, ἐκ τούτου θαυμάτων, ἐνεργείας παραδόξους, μόνοις τοῖς ῥήμασιν.
Ὕποπτος Γραμματεύσι τυφλοῖς, ὀμματωθεὶς ὁ πρὶν τυφλώττων τεθέαται ὡς τάχα μηδόλως βλέπων, ἀλλὰ ψευδῶς τὸ ὁρᾶν, τοῦ Σωτῆρος χάριν προσποιούμενος, τυφλώττειν ἐθέλουσι, σκοτασμοῖς τοῖς τοῦ γράμματος, ἐν οἷς ἐκλάμπει, ὁ γλυκὺς Χριστὸς Ἥλιος, σαββατούργησιν, καινουργὸν διαπράξας μοι, ὃς τὸ σκιῶδες τούτου, φωτουργῶν καὶ τὸ κάλυμμα, αἴρων τὸ φῶς τὸ ἐν τούτοις, τοῖς πρὶν τυφλοῖς ἐχορήγησε, καὶ νῦν καθορῶντες τὸν τῶν φώτων παροχέα, κόσμῳ κηρύττουσι.
Δικαιοσύνης Ἥλιε νοητὲ Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε δόξα σοι.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.